Log in
  • Home
    • Home
    • Press
    • Work for Paideia
    • People
    • About
    • Contact
    • Institutional Members
  • Classical Tours
    • Classical Tours
    • For High Schools
    • Rome Fellowship
    • For Universities
  • Online Programs
    • Online Programs
    • Latin for Younger Learners
    • Living Latin Online High School
    • Telepaideia | Online Courses in the Classics
    • Living Greek Online High School
  • Travel Programs
    • Travel Programs
    • Living Latin in Paris
    • Living Greek in Greece High School
    • Living Latin in Rome High School
    • Living Greek in Greece
    • Living Latin in Rome
  • Curricula
    • Curricula
    • Living Latin
    • Latin for Younger Learners
    • Living Ancient Greek
    • Modern Greek for Classicists
    • Dolphin Editions
    • Other Publications
  • Events
    • Events
    • New Lecture Series: Translation from the Classics to the Contemporary
    • Living Latin in New York City
    • Online Lectures
    • In Person Events
  • Outreach
    • Outreach
    • Teacher Placement
    • Nexus: A Network for Classicists
    • Teaching Literacy with Latin
    • The Paideia Institute Rome Prize
  • Scholarships
    • Scholarships
    • National Italian American Foundation Scholarship
    • Amy High Scholarship Fund
    • Brightheart Fellowship
    • Reginald Foster Scholarship Fund
  • Support Us
Log in

Pages tagged "Classical Greek"


Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους δ´

Posted on Living Greek Prose Composition by Alex Petkas · February 10, 2016 10:49 AM

ὁ θάνατος τοῦ Σωκράτους

(Χορόμαχος): ἆρ’ οὖν κατηγορηθείς κατεκρίθη ὑπὸ τῶν δικαστῶν;

Γραφοκλής: ναί. ἔχρην τοὺς δικαστὰς εὐλαβεῖσθαι μᾶλλον τοὺς τῶν κατηγόρων λόγους.  οὗτοι γὰρ ἦσαν οἱ ἐξαπατῶντες.  κατέγνωσαν οὖν οἱ δικασταὶ τοῦ Σωκράτους, ὡς δράσαντος τὴν πόλιν ταῦτα τὰ κακὰ.  οὕτως οὖν ἠλέγχθη ψευδῶς ὁ δικαιότατος, ὑπ’ ἀνθρώπων οὓς πρότερον αὐτὸς ἤλεγξε ὡς οὐ γιγνώσκοντας τί χρῆμά ἐστιν ἀληθῶς ἡ δικαιοσύνη.

Χ: τί οὖν ἦν τὸ τέλος τῆς δίκης τῆς κακῆς καὶ ψευδοῦς ὡς σὺ λέγεις;

Γ: θανάτῳ κατεδικάσθη

 

Read more

Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους γ´

Posted on Living Greek Prose Composition by Alex Petkas · February 10, 2016 10:38 AM

ἡ δίκη Σωκράτους

Γραφοκλής: ἄκουσον οὖν, ὦγαθε, τὸ Σωκράτους πάθος, καὶ δάκρυσον τὸν ἀξιώτατον τῶν Ἀθηναίων.  ἐνεκάλεσαν γὰρ τῷ ἀγαθῷ φιλοσόφῳ οἱ συμπολίται ἔγκλημα δεινόν τε καὶ ἄδικον.

Χορόμαχος: τί μὴν;

Γ: κατηγόρησαν αὐτοῦ κατηγορίαν ψευδῆ τε καὶ βλάσφημον.

Χ: παῦσαι φλυαρῶν καὶ λέξον, ὦ πάνουργε καὶ πολύλογε! ὡς τί ποιήσαντι ἐνεκάλουν τῷ Σωκράτει;

 

Read more

Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους β´

Posted on Living Greek Prose Composition by Alex Petkas · February 10, 2016 10:18 AM

ὁ Σωκράτης, τίς καὶ ποῖος.

Χορόμαχος: τίς καὶ ποῖος οὕτος; μαντεύομαί γε σε ἀναφέρειν ἄλλον τεθνηκότα ἄνθρωπον.

Γραφοκλής: πῶς γὰρ οὔ; καὶ δὴ μάλα φιλόσοφον, ὦ μάντι.  ὁ οὖν Σωκράτης ὁ Σωφρονίσκου ἀνδριαντοποιὸς μὲν ἦν τὴν τέχνην ἢ ἴσως λιθότομος, ὡς καὶ ὁ πατήρ...

Χ: οἷον ἐγὼ τὴν ναυτικὴν πάτροθεν ἔμαθον...

Γ: κινδυνεύει.  ἡ δὲ προαίρεσις τοῦ βίου ἦν φιλοσοφία.  φιλοσοφίαν εἰπὼν τὴν προαίρεσιν, οὐ λέγω πῶς χρήματα ἔλαβε καὶ μίσθον ἔφερε, μίσθος γὰρ φιλοσοφίας οὐκ ἐστί ἀργύριον ἀλλὰ σοφία· οὐδὲ τούτῳ τῷ λόγῳ σημαίνω ἃ ἔμαθε ἄνθρωπος πάτροθεν.  Οὐ γὰρ αἱρούμεθα τὴν φιλοσοφίαν νέοι ἀπὸ τῶν πατέρων, ἀλλὰ ἤδη ἄνδρες γενόμενοι...

 

Read more

Alien Review

Posted on Living Greek Prose Composition by Alex Petkas · February 10, 2016 9:44 AM

Ξεῖνος - ὀφθεὶς καὶ κεκριμένος ὑπὸ τοῦ ὑμετέρου ἑταίρου Βλεπτοκλοῦ

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν· 

ὁ μὲν Ζεῦς τοῦτο τὸ σάββατον ἔπεμψε χείμῶνα δεινὸν ἐπὶ τοὺς δειλοὺς βροτοὺς.  οὐδαμῶς δὲ ἔξην

μοι οὐδὲ τὴν θύραν ἀνοῖξαι διὰ τὴν ὑψηλὴν τε καὶ βαθεῖαν χίονα.  ὥσπερ ἐν νῆι ἐπ’ ἀγκύρας ἐν λευκῇ καὶ ἡσύχῳ θαλάσσῃ ἐκείμεθα ἐγὼ καὶ ἡ αἴλουρος ἐν τῷ οἰκήματι κατακλεισθέντες.  ἔδοξε οὖν μοι ταῦτῃ τῇ ὑπ’ ἀνάγκης σχολῇ εὖ χρήσασθαι καὶ δρᾶμα θεάσασθαι.  αἴσιος δὲ οἰωνὸς τοῦτο ἔδοξέ μοι εἶναι ἀρξαμένῳ τοῦ θεάματος, ὅτι ἐν ὁμοίᾳ καταστάσει ἦσαν καὶ οἱ ἄνρωποι ἐν τῷ μύθῳ - ἐντὸς τῆς ἑστίας οὔσης, ἔξω “κρυεροῦ Αἴδαο,” ὡς λέγει ὁ Ἡσίωδος.  τὸ οὖν ὄνομα τοῦ ἔργου (ἑρμηνευθὲν) ἦν “ξεῖνος,” ἢ καὶ “ἀλλόφυλος” ἢ “ἀλλοδαπός·” τὸ μέντοι ὄνομα “βάρβαρος” οὐ πάνυ ὀρθόν ἐστιν, ὡς σημαίνον ἀνθρώπινόν τι.  ὁπόσον δὲ οὐκ ἀκριβὲς τοῦτο ἂν εἴη, ἀκούσετε ταχέως.

Nostromo Crewὁ φιλόσοφος ἐπ’ ἀριστερὰ ἕστηκε, ἡ δὲ Ὑφάντης φέρει δεινὸν ὅπλον· ποῦ δὲ ὁ αἴλουρος;

Read more

Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους

Posted on Living Greek Prose Composition by Alex Petkas · February 10, 2016 9:42 AM

Περὶ τῆς δίκης τε καὶ θανάτου τοῦ φιλοσόφου Σωκράτους 

Χορόμαχος: Ὦ σπουδαιότατε πάντων, τί ἀναγιγνώσκεις νῦν; μάλα πρῲ τῆς ἡμέρας ἐστί!

Γραφοκλής: [δεικνύων] ἔργον Πλάτωνος

Χ: τί δὴ νῦν τοῦτο καὶ πῶς; τοσοῦτον γὰρ ἐχορεύσαμεν χθὲς τῇ νυκτὶ βακχεύοντες ὥστε θαυμάζω σε οὐ καθεύδειν, μᾶλλον δὲ ἀναγιγνώσκειν σπουδαῖόν τι.  ἆρ οὐ σπουδαῖόν ἐστι; τίς ὁ Πλάτων.

Read more

Hunger Games Review

Posted on Living Greek Prose Composition by Alex Petkas · February 08, 2016 8:27 AM

Κρίσις Θεάματος τοῦ Βλεπτοκλοῦ

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·

Χθὲς καὶ πρώην ἐθεασάμην θαυμαστόν τι θέαμα.  τὸ δὲ ὄνομα τῆς τραγῳδίας – οὕτως γὰρ ἄξιον τὸ πρᾶγμα καλεῖσθαι – ἦν Τὰ Παίγνια τῆς Πείνας, ἢ καὶ λέγοιμεν ἂν αὐτὴν Οἱ Ἀγῶνες τοῦ Λιμοῦ, ἀλλ’ οὐ βούλομαι μικρολογεῖν.  διηγεῖται μὲν οὖν ὁ μῦθος περὶ μέλλοντός τινος κόσμου.  πάνυ δὲ ἄδικος οὕτος ὁ κόσμος, ἢ μᾶλλον ἄδικοι οἱ κρατοῦντες τὴν γὴν ἐκείνην, ἣν ὀνομάζουσι Ἄρτον (Πάνεμ δὲ ἐν τῇ βαρβάρῳ αὐτῶν γλώττῃ).  οἱ γὰρ δεσπόται τῆς γῆς ὀλίγοι ὄντες περιεγένοντό πως τῶν πολλῶν πολέμῳ τινὶ παλαιῷ, καὶ νικήσαντες ἐδούλωσαν αὐτοὺς, νῦν δὲ κατοικοῦσι πόλιν μεγάλην τε καὶ πλουσίαν.  τῶν δὲ ἄλλων οἱ μὲν ἐργάζονται τοὺς τῆς χώρας ἀγροὺς ἐν πενίᾳ αἰσχρᾷ, οἱ δὲ πονοῦσιν ἐν τοῖς μετάλλοις, ἐνίοι δε θηρεύουσι ἐν ταῖς ὕλαις.  τὰ δὲ χρήματά τε καὶ κέρδη συμφέρεται πάντα ὡς ἐπὸς εἰπεῖν εἰς τὴν ἄρχουσαν πόλιν.

Read more

Facebook Logo Twitter Logo Instagram Logo YouTube Logo

The Paideia Institute
P.O. Box 670
New York, NY 10012

[email protected]
609.429.0734
Privacy Policy