Hunger Games Review
Κρίσις Θεάματος τοῦ Βλεπτοκλοῦ
Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·
Χθὲς καὶ πρώην ἐθεασάμην θαυμαστόν τι θέαμα. τὸ δὲ ὄνομα τῆς τραγῳδίας – οὕτως γὰρ ἄξιον τὸ πρᾶγμα καλεῖσθαι – ἦν Τὰ Παίγνια τῆς Πείνας, ἢ καὶ λέγοιμεν ἂν αὐτὴν Οἱ Ἀγῶνες τοῦ Λιμοῦ, ἀλλ’ οὐ βούλομαι μικρολογεῖν. διηγεῖται μὲν οὖν ὁ μῦθος περὶ μέλλοντός τινος κόσμου. πάνυ δὲ ἄδικος οὕτος ὁ κόσμος, ἢ μᾶλλον ἄδικοι οἱ κρατοῦντες τὴν γὴν ἐκείνην, ἣν ὀνομάζουσι Ἄρτον (Πάνεμ δὲ ἐν τῇ βαρβάρῳ αὐτῶν γλώττῃ). οἱ γὰρ δεσπόται τῆς γῆς ὀλίγοι ὄντες περιεγένοντό πως τῶν πολλῶν πολέμῳ τινὶ παλαιῷ, καὶ νικήσαντες ἐδούλωσαν αὐτοὺς, νῦν δὲ κατοικοῦσι πόλιν μεγάλην τε καὶ πλουσίαν. τῶν δὲ ἄλλων οἱ μὲν ἐργάζονται τοὺς τῆς χώρας ἀγροὺς ἐν πενίᾳ αἰσχρᾷ, οἱ δὲ πονοῦσιν ἐν τοῖς μετάλλοις, ἐνίοι δε θηρεύουσι ἐν ταῖς ὕλαις. τὰ δὲ χρήματά τε καὶ κέρδη συμφέρεται πάντα ὡς ἐπὸς εἰπεῖν εἰς τὴν ἄρχουσαν πόλιν.
Read more