Alien Review
Ξεῖνος - ὀφθεὶς καὶ κεκριμένος ὑπὸ τοῦ ὑμετέρου ἑταίρου Βλεπτοκλοῦ
Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·
ὁ μὲν Ζεῦς τοῦτο τὸ σάββατον ἔπεμψε χείμῶνα δεινὸν ἐπὶ τοὺς δειλοὺς βροτοὺς. οὐδαμῶς δὲ ἔξην
μοι οὐδὲ τὴν θύραν ἀνοῖξαι διὰ τὴν ὑψηλὴν τε καὶ βαθεῖαν χίονα. ὥσπερ ἐν νῆι ἐπ’ ἀγκύρας ἐν λευκῇ καὶ ἡσύχῳ θαλάσσῃ ἐκείμεθα ἐγὼ καὶ ἡ αἴλουρος ἐν τῷ οἰκήματι κατακλεισθέντες. ἔδοξε οὖν μοι ταῦτῃ τῇ ὑπ’ ἀνάγκης σχολῇ εὖ χρήσασθαι καὶ δρᾶμα θεάσασθαι. αἴσιος δὲ οἰωνὸς τοῦτο ἔδοξέ μοι εἶναι ἀρξαμένῳ τοῦ θεάματος, ὅτι ἐν ὁμοίᾳ καταστάσει ἦσαν καὶ οἱ ἄνρωποι ἐν τῷ μύθῳ - ἐντὸς τῆς ἑστίας οὔσης, ἔξω “κρυεροῦ Αἴδαο,” ὡς λέγει ὁ Ἡσίωδος. τὸ οὖν ὄνομα τοῦ ἔργου (ἑρμηνευθὲν) ἦν “ξεῖνος,” ἢ καὶ “ἀλλόφυλος” ἢ “ἀλλοδαπός·” τὸ μέντοι ὄνομα “βάρβαρος” οὐ πάνυ ὀρθόν ἐστιν, ὡς σημαίνον ἀνθρώπινόν τι. ὁπόσον δὲ οὐκ ἀκριβὲς τοῦτο ἂν εἴη, ἀκούσετε ταχέως.
ὁ φιλόσοφος ἐπ’ ἀριστερὰ ἕστηκε, ἡ δὲ Ὑφάντης φέρει δεινὸν ὅπλον· ποῦ δὲ ὁ αἴλουρος;
Read more