Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους δ´
ὁ θάνατος τοῦ Σωκράτους
(Χορόμαχος): ἆρ’ οὖν κατηγορηθείς κατεκρίθη ὑπὸ τῶν δικαστῶν;
Γραφοκλής: ναί. ἔχρην τοὺς δικαστὰς εὐλαβεῖσθαι μᾶλλον τοὺς τῶν κατηγόρων λόγους. οὗτοι γὰρ ἦσαν οἱ ἐξαπατῶντες. κατέγνωσαν οὖν οἱ δικασταὶ τοῦ Σωκράτους, ὡς δράσαντος τὴν πόλιν ταῦτα τὰ κακὰ. οὕτως οὖν ἠλέγχθη ψευδῶς ὁ δικαιότατος, ὑπ’ ἀνθρώπων οὓς πρότερον αὐτὸς ἤλεγξε ὡς οὐ γιγνώσκοντας τί χρῆμά ἐστιν ἀληθῶς ἡ δικαιοσύνη.
Χ: τί οὖν ἦν τὸ τέλος τῆς δίκης τῆς κακῆς καὶ ψευδοῦς ὡς σὺ λέγεις;
Γ: θανάτῳ κατεδικάσθη
Read more
Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους γ´
ἡ δίκη Σωκράτους
Γραφοκλής: ἄκουσον οὖν, ὦγαθε, τὸ Σωκράτους πάθος, καὶ δάκρυσον τὸν ἀξιώτατον τῶν Ἀθηναίων. ἐνεκάλεσαν γὰρ τῷ ἀγαθῷ φιλοσόφῳ οἱ συμπολίται ἔγκλημα δεινόν τε καὶ ἄδικον.
Χορόμαχος: τί μὴν;
Γ: κατηγόρησαν αὐτοῦ κατηγορίαν ψευδῆ τε καὶ βλάσφημον.
Χ: παῦσαι φλυαρῶν καὶ λέξον, ὦ πάνουργε καὶ πολύλογε! ὡς τί ποιήσαντι ἐνεκάλουν τῷ Σωκράτει;
Read more
Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους β´
ὁ Σωκράτης, τίς καὶ ποῖος.
Χορόμαχος: τίς καὶ ποῖος οὕτος; μαντεύομαί γε σε ἀναφέρειν ἄλλον τεθνηκότα ἄνθρωπον.
Γραφοκλής: πῶς γὰρ οὔ; καὶ δὴ μάλα φιλόσοφον, ὦ μάντι. ὁ οὖν Σωκράτης ὁ Σωφρονίσκου ἀνδριαντοποιὸς μὲν ἦν τὴν τέχνην ἢ ἴσως λιθότομος, ὡς καὶ ὁ πατήρ...
Χ: οἷον ἐγὼ τὴν ναυτικὴν πάτροθεν ἔμαθον...
Γ: κινδυνεύει. ἡ δὲ προαίρεσις τοῦ βίου ἦν φιλοσοφία. φιλοσοφίαν εἰπὼν τὴν προαίρεσιν, οὐ λέγω πῶς χρήματα ἔλαβε καὶ μίσθον ἔφερε, μίσθος γὰρ φιλοσοφίας οὐκ ἐστί ἀργύριον ἀλλὰ σοφία· οὐδὲ τούτῳ τῷ λόγῳ σημαίνω ἃ ἔμαθε ἄνθρωπος πάτροθεν. Οὐ γὰρ αἱρούμεθα τὴν φιλοσοφίαν νέοι ἀπὸ τῶν πατέρων, ἀλλὰ ἤδη ἄνδρες γενόμενοι...
Read more
Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους
Περὶ τῆς δίκης τε καὶ θανάτου τοῦ φιλοσόφου Σωκράτους
Χορόμαχος: Ὦ σπουδαιότατε πάντων, τί ἀναγιγνώσκεις νῦν; μάλα πρῲ τῆς ἡμέρας ἐστί!
Γραφοκλής: [δεικνύων] ἔργον Πλάτωνος
Χ: τί δὴ νῦν τοῦτο καὶ πῶς; τοσοῦτον γὰρ ἐχορεύσαμεν χθὲς τῇ νυκτὶ βακχεύοντες ὥστε θαυμάζω σε οὐ καθεύδειν, μᾶλλον δὲ ἀναγιγνώσκειν σπουδαῖόν τι. ἆρ οὐ σπουδαῖόν ἐστι; τίς ὁ Πλάτων.
Read more