Α. τί τὸ Περὶ ποιητικῆς; καὶ τίς ὁ Ἀριστοτέλης; τί δὲ παραινεῖ οὗτος τοῖς τραγῳδοποιοῖς;
Β. οὐκ ὀλίγον ἐρωτᾷς, ὦ βέλτιστε. ἐγὼ δὲ οὐδὲν ἧττον πειρήσομαι πάντα ἐφεξῆς ἐπεξέρχεσθαι.
Α. χάριν ἀθάνατον πρὸς ἐμὲ κατατίθεσαι, ὦ σοφώτατε.
B. ὁ οὖν Ἀριστοτελὴς ἦν ἔξοχος φιλόσοφος ὃς ἔζωσεν ἐν τῷ τετάρτῳ πρὸ Χριστοῦ αἰώνι. ἐν νεότητι Ἀθήναζε ἀφικόμενος τοῦ Πλάτωνος μαθητὴς γενόμενος εἰς τοῦ Πλάτωνος εἴκοσι ἔτη ἐφοίτα. οὕτως περιεγένετο πάντων τῶν ἄλλων μαθητῶν ὥστε ὁ Πλάτων αὐτὸν ὠνόμασε τὸν τῆς διατριβῆς νοῦν.
Α. εὖγε! τἀυτὸ γὰρ περὶ σὲ λέγων καλῶς ἂν λέγοιμι!
Β. μὴ φλυάρει, ὦ φίλε, ἀλλ᾽ἄκουε.
Α. πρόιθι δή, ὦ τῆς διατριβῆς νοῦ.
Β. οὐ σιγήσεις; πρόσεχε δὲ τὸν σὸν νοῦν. τοῦ δὲ Πλάτωνος τεθνηκότος ὁ Ἀριστοτέλης λιπὼν τὰς Ἀθήνας πολλὰ ἔτη ἀποδημῶν τοῦ μεγάλου Ἀλεξάνδρου ἐγένετο διδάσκαλος. οὕτως γὰρ ὁ Ἀλεξάνδρου πατὴρ Φίλιππος Β΄ ὁ Μακεδών ἐν νῷ εἴχε τὸν ἑαυτοῦ υἷον παιδεύεσθαι. ἐν τούτῳ τῷ χρόνῳ ἡ τοῦ Ἀλεξάνδρου γυνὴ, Φυλλὶς ὀνόματι, τοῦ μεγάλου φιλοσόφου εἰς ἔρον, ὡς δοκεῖ, πεσοῦσα καὶ ὡς τὸ εἰκὸς οὐ πάνυ χαίρουσα ὅτι ὁ φιλόσοφος παρῄνει τῷ ἀνδρὶ ἀπέχεσθαι τῶν ἀφροδισίων, ἐβουλήθη ἐπὶ αὐτὸν ἀναβῆναι καὶ ἐλαύνειν ὡς ἵππον.
A. καὶ τούτῳ τῷ τρόπῳ ἠθέλησε καὶ κολάζειν τὸν φιλόσοφον καὶ ἅμα τὰς ἐπιθυμίας ἐκπιμπλάναι, ἢ οὔ;
B. μάλιστά γε. καὶ ἐμοὶ δοκεῖ οὕτως ἔχειν ὡς λέγεις.
Α. εὖγε! οὐδέποτ᾽ἂν ἐνόμισα ὅτι εἴη ἡ φιλοσοφία τοσοῦτον ἐπαγωγός τε καὶ ἀξία ἀκούειν! καὶ ὁ φιλόσοφος, ὡς τὸ ἐικὸς, αὐτῆς κατεφρόνησεν.
Β. οὐ γὰρ ἀλλὰ συνεχώρησεν.
Α. παίζεις σύ; πολλοὶ γὰρ νῦν εἴποιεν ἄν, ὡς ἐμοί γε δοκεῖ, ὅτι οὐ πρέπει τοσούτῳ φιλοσόφῳ διατριβὴ τοιαύτη…
Β. ἀληθῆ δὴ λέγεις. καὶ γὰρ αὕτη ἡ εἰκὼν τοῦ Ἀριστοτέλους τετραποδίζοντός τε καὶ ὑπὸ γυναικός τινος ἐλαυνομένου οὐδαμῶς συμπίπτει ταῖς δόξαις καὶ ταῖς γνώμαις ἃς ἔχομεν ὡς ἐπὶ πολὺ περὶ τῶν ἀρχαίων καὶ σεμνῶν καλουμένων φιλοσόφων.
Α. ἀλλ᾽ ἴσως οὕτος ὁ λόγος τρόπῳ τινι ἡμῖν παραινεῖ μὴ ἄγαν ἀπέχεσθαι τῶν τε ἀφροδισίων καὶ ἄλλων τοιαύτων ἡδονῶν. ὡς πολλάκις σοὶ λέγω, οὐδαμῶς πρέπει ἀνθρώπῳ καλόν τε καὶ ἰσόρροπον βίον διάγειν μέλλοντι καθ᾽ἑκάστην τὴν ἡμέραν καθῆσθαι ἐν τῇ βιβλιοθήκῃ βιβλία κεκονιμένα ἀναγιγνώσκοντι...
Β. κινδυνεύεις τι λέγειν, ὦ φίλτατε...
εἰκών: https://piminy.wordpress.com/tag/aristotle-and-phyllis/