Α. Τοῦ Σωκράτους, ὦ φίλε, καίπερ καλόν τι ἐγκρατείας παράδειγμα ἡμῖν παρέχοντος, ἐγὼ ὅμως ἄλλου τῶν πάλαι ἀνθρώπου παραδείγματι χρώμενος προτιμῶ τὸν ἐμὸν βίον διάγειν.
Β. Καὶ τίς ἐστιν οὗτος ὁ ἄνθρωπος, οὗ παραδείγματι χρώμενος ἢ πρὸς ὃν βλέπων διάγεις βίον;
Α. Ἀκήκοας δήπου περὶ τοῦ Ἱπποκλείδου, πάντων τῶν πάλαι Ἑλλήνων τοῦ κλεινοτάτου;
Β. Σοφίᾳ, ὥς γέ μοι δοκῶ, σοῦ ἡττῶμαι, ὦ φιλομαθές.
Α. Εὖ οἶσθα ὃ ἔλεγεν ὁ Ἰσοκράτης, ὅτι ἐὰν ᾖς φιλμαθής, ἔσῃ πολυμαθής.
Β. Εὖγε! Νῦν Ἰσοκράτην παρατίθεσαι; ὡς θαυμάζω τὴν σοφίαν σου! Ἀλλ᾽εἰπὲ καὶ μὴ φθονήσῃς με διδάσκειν, τίς ἐστιν οὗτος ὁ Ἱπποκλείδης περὶ οὗ μνείαν ἄρτι ἐποιήσω.
Α. Ἀλλ᾽ἀσμένως. τῶν οὖν τοῦ Ἡροδότου ἱστοριῶν ἐν τῷ ἕκτῳ βιβλίῳ Κλεισθένης ὁ Σικυῶνος τύραννος τὴν ἑαυτοῦ θυγάτερα Ἀγαρίστην ἐθέλει, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι. ὁ οὖν Κλεισθένης κήρυγμα ποιεῖται, ὅστις Ἑλλήνων ἑαυτὸν ἀξιοῖ Κλεισθένους γαμβρὸν γενέσθαι, ἥκειν ἐς Σικυῶνα. Ὧν ἕνεκα πολλοί τε καὶ ἄριστοι ἔρχονται μνηστῆρες, ὧν εἷς ἦν Ἱπποκλείδης Τισάνδρου Ἀθηναῖος, πλούτῳ καὶ εἴδει προφέρων πολλῶν τῶν ἄλλων μνηστήρων.
B. καλῶς διηγῇ, ὦ βέλτιστε. Τί ἔπειτα ἐγένετο; ἢ τί ἄξιον ἐποίηεν ὁ Ἰπποκλείδης;
Α. τοσοῦτοι μὲν ἐγένοντο οἱ μνηστῆρες, μάλιστα δὲ τῶν μνηστήρων ἠρέσκοντο οἱ ἀπ᾽ Ἀθηνῶν ἀφιγμένοι, καὶ τούτων μᾶλλον Ἱπποκλείδης. Μετὰ δὲ πολλοὺς ἀγῶνας (οἷον δρόμος καὶ πάλη) πάντες οἱ μνηστῆρες ἐπὶ θοίνην ἐλθόντες καὶ δειπνήσαντες ἔριν ἔχουσι ἀμφί τε μουσικῇ καὶ λόγοις. προϊούσης δὲ τῆς πόσιος κηλῶν καὶ νικῶν τοὺς ἄλλους ὁ Ἱπποκλείδης κελεύει οἱ τὸν αὐλητὴν αὐλῆσαι ἐμμελείαν, πειθομένου δὲ τοῦ αὐλητοῦ ὀρχεῖται. καί πως ἥδεται μὲν ὀρχούμενος (οὕτως ὡς οὐδεὶς ἂν ἔβλεπε), ὁ Κλεισθένης δὲ ὁρῶν ὅλον τὸ πρᾶγμα ὑποπτεύει.
Β. Οἱ γὰρ μεθύοντες ἀεὶ μὲν ἥδονται ὀρχούμενοι, σπανίως δὲ ὀρχοῦνται καλῶς.
Α. Ἀληθὲς λέγεις, φίλε μου. Ἀλλ᾽ἄκουε τὸ τέλος· μετὰ δὲ ταῦτα ὁ Ἱπποκλείδης κελεύει τινὰ τράπεζαν εἰσενεῖγκαι, εἰσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπ᾽ αὐτῆς ὀρχεῖται Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖς σκέλεσι χειρονομεῖ! Καὶ μὴ ἀμνημονῶμεν ὅτι οἱ πάλαι Ἕλληνες περιζώματα οὐκ ἀεὶ ἐφόρουν.
Β. Χάριν μέν σοι οἶδα ὅτι οὕτως με ἀναμιμνήσκεις, ὦ μέγιστε διδάσκαλε, ἐγὼ δὲ ἤδη εὖ ἐτόπαζον τίνα ἀκριβῶς μέρη τούτου τοῦ ἀνθρώπου πᾶσιν ἦν φανερά. Καὶ τί τὸ ἀποβαῖνον;
Α. Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχουμένου, καίπερ ἀποστυγῶν γαμβρὸν ἄν οἱ ἔτι γενέσθαι Ἱπποκλείδη διὰ τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείαν, κατέχει ὅμως ἑαυτόν. ὡς δὲ ὁρᾷ τὸν μέλλοντα γάμβρον ἔσεσθαι τοῖς σκέλεσι χειρονομοῦντα, οὐκέτι κατέχειν δυνάμενο
ς “ὦ παῖ Τισάνδρου,” φησίν, “ἀπορχήσω γε μὲν τὸν γάμον.”
Β. Τί δὲ ὁ Ἱπποκλείδης;
A.ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν λέγει “οὐ φροντὶς Ἱπποκλείδῃ.” Καὶ αὕτη ἡ ὑπόληψις παροιμία ἐγένετο.
Β. Τί δὲ δὴ σημαίνει αὕτη ἡ παροιμία, ὦ προφῆτα;
Α. Ὅτι οὐδαμῶς πρέπει φροντίζειν περὶ τῆς εὐκοσμίας, ἀλλ᾽ἐνίοτε χρὴ πίνειν, ὀρχεῖσθαι, καὶ ὡς ἐν κεφαλαίῳ εἰπεῖν μαίνεσθαι.