τὸ Ὁμηρικὸν ζήτημα β´ · τίς ὁ Μίλμαν Πάρρυ;

January 17, 2016

Α. τί δὴ τοῖς νῦν δοκεῖ περὶ τούτων πάντων;

B. οἱ σοφοί γε δυστυχῶς δεινότεροί εἰσι προτίθεσθαι αἰνίγματα ἢ λύσαι. ἀλλ᾽ ὅμως πολλῷ βέλτιον νῦν ἢ τότε τὴν τῶν Ὁμηρικῶν ἐπῶν συνίεμεν γένεσιν ὅπως ἦν, ἄλλως τε καὶ διὰ τὰς τοῦ Μίλμαν Πάρρυ ζητήσεις.

Α. τίς ἔστι οὗτος;

Β. ἦν σοφός τις ὃς ἐν τῇ τοῦ εἰκοστοῦ αἰῶνος ἀρχῇ ἐσκόπει τήν τε τῶν ἐπῶν γένεσιν καὶ τὴν σύνθεσιν, ἀλλὰ οὐ τῷ τρόπῳ ᾧ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντες ἐσκόπουν. οὗτος γὰρ ἐπορεύθη πρὸς τὸ δύτικον μέρος τῶν Βαλκανίων (ὃ ἐλέγετο Ἰουγοσλαουία) οὗ  ἐνέτυχεν ἀοιδοῖς πολλοῖς ἀγραμμάτοις οἳ μακρὰ ἔτι συνετίθεσαν ἔπη ἱστορικά τε καὶ ἐθνικά, καὶ ἄνευ τῆς τῶν γραμμάτων ὠφελείας  μόνῃ τῇ μνήμῃ ᾖδον ἐναντίον πολλῶν ἀκροωμένων τε καὶ θεωμένων. τοιγαροῦν τούτων τῶν ἀοιδῶν τὴν τέχνην σκοπῶν ἐδήλωσε τὸ πῶς τῆς τῶν ἐπῶν συνθέσεως.

Α. τί δὲ δὴ περὶ τῶν ἀοιδῶν ἀπεκάλυψεν;

Β. κεχωρισμένα μὲν ῥήματα καὶ στίχους οὐκ ἀκριβῶς μνημονεύουσιν, προκειμένοις δὲ καὶ ἑτοίμοις ἐπιθέτοις καὶ ἀθροίσμασι ῥημάτων ἀκινήτοις, μονίμοις, καὶ ἀμεταπτώτοις χρώμενοι τὰ ἔπη ἐκ τούτων τῶν μερῶν τιθέασιν. διὰ δὲ τοῦτο ὅταν ᾄδωσιν, τοῦ μὲν μύθου ἀεὶ τοῦ αὐτοῦ μένοντος τῶν δὲ ῥημάτων οὐδέποτε τῶν αὐτῶν ὄντων οἱ ἀοιδοὶ αὐτοσχεδιάζουσιν, καίπερ φάσκοντες, εἴ τις ἔροιτο, πάντα ἃ ᾄδουσιν αἰεὶ εἶναι ταὐτά.

Α. αὐτοσχεδιάζοντες  οὖν ὑφαίνουσι τὰ τῶν ῥημάτων ἀθροίσματα τὰ μόνιμα, αἰεὶ ἐν καινῇ τινι τάξει αὐτὰ συντιθέντες, τὸν δὲ αὐτὸν μῦθον αἰεὶ φυλάττοντες;

Β. ναί, ὀρθῶς λέγεις. καὶ τούτῳ τῷ τρόπῳ τὰ Ὁμηρικὰ συντιθεῖσαι ἔπη πολλαὶ ἀοιδῶν γενεαί, ὡς ἄρτι ἔλεγον, τοῖς ἐπιγιγνομένοις δοκοῦσι παραδοῦναι. ταύτῃ δὲ τῇ παραδόσει χρώμενος συνέγραψέ τις τὰ ἔπη, ἃ αὐτόθεν ἐπήχθη καὶ μεμένηκε σχεδὸν ταὐτὰ εἰς τὸ νῦν.

Image of Milman Parry from a photograph in the Herbert Weir Smyth Classical Library, Harvard University.