Β. ἀλλ᾽ἄκουε δή, ὦ βέλτιστε, τὸ τῆς Ἰλιάδος προοίμιον, ἵνα σαφέστερον μάθῃς·
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε,
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή,
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
Α. τὰ μὲν ὦτα τέρπεται τῇ τῶν ῥημάτων εὐρυθμίᾳ, ἐγὼ δὲ οἷός τε ἦν καταλαβεῖν ὀλίγον ἢ οὐδέν.
Β. μάλιστά γε. τοῦτο δὴ πάσχουσι πάντες οἱ Ὁμήρου ἀμύητοι διὰ τὸ πολλῷ τῆς Ἀττικῆς διαφέρειν διαλέκτου ᾗ καθ᾽ ἡμέραν χρώμεθα ἐγὼ καὶ σὺ. ἀλλ᾽ εἰ προσέξεις τὸν νοῦν, οὐχ οὕτως χαλεπόν ἐστι ὡς κατ᾽ ἀρχὰς δοκεῖ.
Α. ἀλλ᾽ἐξηγοῦ μοι, εἰ ἔχεις, τί λέγει οὗτος ὁ λόγος.
Β. ἡδέως μέν σοι διηγήσομαι. πρῶτον μὲν τὸ κεφάλαιον καὶ ὑπόθεσιν ἐρῶ, ἐπείτα δὲ κατ᾽ ἔπος διασκεψόμεθα. ὁ μὲν ποιητὴς ἄρχεται τοῦ ἔπους, εὐχόμενός τε τῇ Μούσᾳ καὶ δεόμενος ὠφελείας τε καὶ βοηθείας. οἱ δὲ πρῶτοι στίχοι ἀγγέλλουσι ὅτι ὁ μῦθος ἔσται ἡ μῆνις τοῦ Ἀχιλλέως και τὸ αὐτοῦ τε και τοῦ Ἀγαμέμνονος νεῖκος. τὸ νεῖκος δοκεῖ μὲν τῆς κόρης ἕνεκα γενέσθαι, ἀλλὰ τιμή, ὡς δοκεῖ, ἡ ἀληθὴς τοῦ νείκους αἰτία ἐστιν.
Α. καίπερ πολλῶν τε καὶ παντοίων ὄντων προφάσεων, ὀλίγαι εἰσὶν αἱ ἀληθεῖς τῶν ἀνθρωπινῶν πολέμων τε καὶ νείκεων αἰτίαι, οἷον τιμή καὶ δέος.
Β. ἀληθῆ λέγεις, ὦ Θουκυδίδη. ἀλλὰ καθ᾽ ἕκαστον διασκεψώμεθα. τὸ πρῶτον ῥῆμα αἰεὶ σημαντικώτατόν ἐστιν. τὸ πρῶτον τῆς Ἰλιάδος ῥῆμα Μῆνιν ἐστι.
Α. τί ἡ μῆνις;
Β. ἀττικιστὶ λέγοιμεν ἂν ὀργὴν ἢ χόλον . τοῦτο δὲ τὸ ῥῆμα ἀγγέλλει τὰ κεφάλαια τοῦ ἔπους· πόλεμον, νεῖκος, καὶ τὰ ἄλλα ἀπὸ τῆς περιττῆς μήνεως γιγνόμενα. ἐναντίως δὲ τὸ πρῶτον τῆς Ὀδυσσείας ῥῆμα Ἄνδρα ἐστίν, διότι ἐν ἐκείνῳ τῷ ἔπει ὁ ποιητὴς διέρχεται ὅ τι ὁ Ὀδυσσεὺς ἐν τῇ μετὰ τὰ Τρωικὰ εἰρήνῃ πάσχει. ὁ δὲ Οὐεργίλιος, ἄριστος τῶν Ῥωμαικῶν ποιητῶν, ἴσμεν πάντες πῶς ἄρχεται τῆς Αἰνειάδος· arma virumque…τοῦτ᾽ἔστι ἑλληνστί· ὅπλα ἄνδρα τε. ἡ γὰρ Αἰνειὰς τοῦ Οὐεργιλίου συνδεῖ τε τὰ δύο Ὁμηρικὰ ἔπη καὶ ἀναστρέφει αὐτά, τῶν μὲν πρώτων ἓξ ῥαψῳδίων τὴν τοῦ Αἰνείου μετὰ τὰ Τρωικὰ πλάνην, τῶν δὲ ἓξ ὑστέρων τὸν ἐν τῇ Ἰταλίᾳ πόλεμον διηγουμένων.
Comment
Sign in with