περὶ τῆς τύχης καὶ τῆς τοῦ Σοφοκλέους Οἰδίποδος β´

January 31, 2016

Α. ἀλλὰ διηγοῦ μοι, εἰ ἔχεις, τὸν τοῦ Οἰδίποδος μῦθον.

Β. ἄκουε δή· ὁ Οἰδίπους ἦν υἷος τῆς 

Ἰοκάστης καὶ τοῦ Λαίου, τῶν Θηβῶν τυράννου. ὁ δὲ Λάιος, πρὸ τοῦ Οἰδίποδος μακρὸν χρόνον ἄπαις ὤν, ἔπεμψε εἰς Δελφοῦς μαντευσομένους τί χρείη πρᾶξαι ἵνα κυήσειεν ἡ Ἰοκάστη. ὁ δὲ Ἀπόλλων ἔχρησεν υἷόν τινα γενόμενον τὸν ἑαυτοῦ πατέρα ἀποκτενεῖν. τοῦ δὲ υἵου γενομένου, ὁ Λάιος, εὐλαβούμενος ὅπως μὴ συμβῇ ὃ εἵμαρτο συμβῆναι, ἐκέλευσε Ἰοκάστην ἀποκτεῖναι τὸν παῖδα. ἡ δὲ μήτηρ ἐλεοῦσά τε τὸν υἱὸν καὶ τῆς μητρῴας φιλίας ἡσσωμένη αὐτὴ μὲν οὐκ οἵη τ᾽ ἦν πείθειν τῷ τοῦ ἀνδρὸς προστάγματι, ὑπηρέτῃ δέ τινι παρέδωκε τὸ παιδίον ὡς ἀποκτενοῦντι.  τῷ δὲ ὑπηρέτῃ ὡσαύτως οὐκ οἷῴ τ᾽ ὄντι αὐτῷ τοῖν ἑαυτοῦ χεροῖν φονεῦσαι τὸ μικρὸν παιδάριον ἔτ᾽ ὂν ἐν σπαργάνοις ἔδοξε προθεῖναι αὐτὸ ἐν τοῖς ὄρεσι ὡς ἀποθανούμενον ὑπὸ τῶν θηρίων.

Α. τέλος οὖν ἐξέφυγε ὁ Λάιος τόν τε θάνατον καὶ τὴν πεπρωμένην μοῖραν;

Β. οὐδαμῶς, ὦ μῶρε. ἆρ᾽ οὐκ οἶσθα ὅτι οἱ ἄνθρωποι οὐ δυνατοί εἰσιν οὐδέποτε ἐκφυγεῖν τὴν εἱμαρμένην;

Α. σὺ οὖν, ὡς δοκεῖ, οὐ νομίζεις τὴν ἐλευθέραν θέλησιν τὴν ἀνθρωπίνην. ἢ οὔ;

Β. καὶ τοῖς νῦν, οἳ πολλῷ βελτίω ἢ οἱ παλαιοὶ περὶ τοῦ κόσμου ἐπιστήμην δοξάζομεν ἔχειν, ἀδύνατόν ἐστιν ἀκριβῶς εἰπεῖν πότερον κύριοί ἐσμεν τῶν τε πράξεων τῶν ἡμετέρων καὶ μοίρας ἢ πάντα ἃ γίγνεται ἐν τῷ βίῳ ἐξαρτᾶται ἐκ αἰτιῶν αἳ πολλῷ πρότερον, ἴσως καὶ πρὸ τῆς τοῦ κόσμου ἀρχῆς, ἐκινήθησαν. καὶ οὐδὲν κωλύει λεπιδόπτερόν τι τὰ πτερὰ κινοῦν μᾶλλον ἐν τοῖς ἡμετέροις βίοις δύνασθαι ἢ τὴν καλουμένην ἐλευθέραν θέλησιν…