Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους

February 10, 2016

Περὶ τῆς δίκης τε καὶ θανάτου τοῦ φιλοσόφου Σωκράτους 

Χορόμαχος: Ὦ σπουδαιότατε πάντων, τί ἀναγιγνώσκεις νῦν; μάλα πρῲ τῆς ἡμέρας ἐστί!

Γραφοκλής: [δεικνύων] ἔργον Πλάτωνος

Χ: τί δὴ νῦν τοῦτο καὶ πῶς; τοσοῦτον γὰρ ἐχορεύσαμεν χθὲς τῇ νυκτὶ βακχεύοντες ὥστε θαυμάζω σε οὐ καθεύδειν, μᾶλλον δὲ ἀναγιγνώσκειν σπουδαῖόν τι.  ἆρ οὐ σπουδαῖόν ἐστι; τίς ὁ Πλάτων.

Γ: ὁ μέγας οὗτος ἐφιλοσόφει Ἀθήνησι τῷ τετάρτῳ αἰῶνι π.Χ.

Χ: θαυμαστὸν δῆθεν.  Παλαιότατός τις ἀνθρώπισκος ἔζησε καὶ ἀπέθανε πάλαι ποτέ.  ἀλλὰ τί ἡμῖν μέγα; νῦν θαυμάζω ὅτι ἔγωγε νῦν ἐγρήγορα καὶ οὔπω αὖθις καθεύδω ἀκούων σου λέγοντος τοιαῦτα.

Γ: βαβαὶ τῆς θρασύτητος! 

Χ: ἀλλ’ ἐῶμεν τοῦτο χαίρειν.  πῶς δὲ ἔχει τὰ ἄλλα πράγματά σου;

Γ: καλῶς… καὶ τὰ σὰ;

Χ: λυπεῖται μὲν ἡ κεφαλὴ ὀλίγον, καὶ νυστάζω, ἀλλ’ ὁ βίος εὐδαίμων. εἰ δὲ μὴ… ἀλλ’ ἐῶμεν καὶ τοῦτο...

Γ: τί μὴν, ὤγαθε; 

Χ: πάσχω μὲν ἄλλως νῦν.  οἱ γὰρ διδάσκαλοι κατηγοροῦσι μου ὡς διαφθείροντος τοὺς νέους.  ἔφασάν με πεῖθειν αὐτοὺς μὴ σέβεσθαι τοὺς διδασκάλους μηδὲ τοὺς γονεῖς αἰσχύνεσθαι, ἀλλὰ μόνον ἡγεῖσθαι τὸν Διόνυσον καὶ τὸν χορόν.  τοῦτόν γε οὔ φασι θεὸν εἶναι.  ἐγὼ δὲ οἶμαι ἀδίκως κατηγορεῖσθαι, καὶ δὴ καὶ λοιδορεῖσθαι.

Γ: δεινὰ δὴ πέπονθας! καὶ φαίνῃ μοι πάσχειν τι οἷον καὶ ὁ Σωκράτης ἔπαθεν.

 

(ἀκροᾶσθαι):