Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους γ´

February 10, 2016

ἡ δίκη Σωκράτους

Γραφοκλής: ἄκουσον οὖν, ὦγαθε, τὸ Σωκράτους πάθος, καὶ δάκρυσον τὸν ἀξιώτατον τῶν Ἀθηναίων.  ἐνεκάλεσαν γὰρ τῷ ἀγαθῷ φιλοσόφῳ οἱ συμπολίται ἔγκλημα δεινόν τε καὶ ἄδικον.

Χορόμαχος: τί μὴν;

Γ: κατηγόρησαν αὐτοῦ κατηγορίαν ψευδῆ τε καὶ βλάσφημον.

Χ: παῦσαι φλυαρῶν καὶ λέξον, ὦ πάνουργε καὶ πολύλογε! ὡς τί ποιήσαντι ἐνεκάλουν τῷ Σωκράτει;

 

Γ: ὡς διαφθείροντί τε τοὺς νέους καὶ διδάσκοντι αὐτοὺς μὴ ἡγεῖσθαι τοὺς θεοὺς, νέους δὲ θεοὺς εἰσενέγκοντι εἰς τὴν πόλιν.

Χ: βαβαὶ μέγα ἔγκλημα τοῦτό ἐστι καὶ δεινόν.  ἴσως δὲ ἄρχομαι ἐλεῶν αὐτὸν.

Γ: ἄκουε δή μου ἀναγιγνώσκοντος τὴν ἀρχὴν τῆς Σωκράτους ἀπολογίας· ἔχω γὰρ αὐτὴν ἐν τούτῳ τῷ βιβίῳ. λέγει τοῖς δικασταῖς ταῦτα:

 

ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δ’ οὖν καὶ αὐτὸς ὑπ’ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον.  καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν.  μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπ’ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν

 

Χ:  ἡδύ ἐστιν ἀκούειν, καίπερ πικρὸν ὄν. τί δὲ σημαίνει τὸ ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην; καὶ τὸ ὡς ἔπος εἰπεῖν; τό τε εὐλαβεῖσθαι οὐ μανθάνω πᾶν ὅτι λέγει.

Γ: ὀλίγου σημαίνει σχεδὸν, λέγεται δὲ καὶ ἄλλοις τρόποις, οἷον: ὀλίγου δεῖ ἢ ὀλίγου δεῖν.  ἐπιλανθάνειν δὲ σημαίνει μὴ μεμνῆσθαι. ἀμφότερα τὰ ῥήματα λαμβάνει τὴν γενικὴν πτῶσιν.  ἐν ἄλλοις λόγοις εἶποι ἂν ὁ Σωκράτης ὅτι οἱ λόγοι τῶν κατηγόρων ἐξέστησαν αὐτὸν ἐκ τῶν φρενῶν.  φαίνεται δὴ εἰρωνείᾳ χρώμενος! τὸ δὲ εὐλαβεῖσθαι μὴ ἐστιν οἷον φυλάττεσθαι μὴ ἢ πράττειν ὅπως μὴ.  τέλος δὲ, οἱ Ἕλληνες χρώνται τῇ φράσει ὡς ἔπος εἰπεῖν ὅταν λέγωσί τι μέγα ἢ δυνατὸν ἢ καθ’ ὅλου καὶ φοβοῦνται μὴ οὐχ ὅλως πιθανὸς φαίνηται ὁ λόγος.  τοίνυν ἡ φράσις ποιεῖ ἔλαττον τὸ ἔσχατον, οἷον πάντες ἄνθρωποι μωροί οὐ πιθανόν ἐστιν, ἀλλὰ πάντες ἄνθρωποι ὡς ἔπος εἰπεῖν μωροί εἰσιν, μάλα πιθανόν ἐστι, καὶ κινδυνεύει πάνυ ἀληθὲς εἶναι.

Γ: νὴ τὸν Δία κινδυνεύει γάρ. 

 

 

ἀκροᾶσθαι: