Παιδεία ἡ Έγκύκλιος καὶτὸ Δίκαιον Ζητεῖν

In Medias Res |

Δαουὶδ Ρὶνγ λέγει περὶ δικαιοσύνης καὶ τοῦ τέλους τῆς παιδείας

[ὁ λόγος οὗτος ἐρρήθη ἐν τῇ ὀγδόῃ κατ’ ἔτος διατριβῇ τῆς λεγομένης Λατίνης ἐν Νέῳ Ἐβοράκῳ ζώσης κατὰ τὰς Φεβρουαρίου εἰδοῦς τοῦ ἔτους 2020.][This lecture was given at Living Latin in New York City in February 2020.]

 

 

Συγγραφή/Abstract: ἐν τούτῳ τῷ λόγῳ πειράσομαι δεῖξαι ὅπως ἐγὼ καὶ οἱ μαθηταὶ χρῶμεθα τῷ Λυσίου εἰκοστῷ καὶ τετάρτῳ λόγῳ τῷ ὑπὲρ τοῦ σώματι ἀδυνάτου ἵνα μιμώμεθα τὴν Λυσίου τέχνην ἅτε πειρώμενοι ἄνθρωπόν τινα ἀσθενέστερον λόγῳ σῷζειν. εἴσιν ἑπτὰ βαθμοὶ τούτου τοῦ ἔργου. πρῶτον μὲν ἕκαστος (καὶ ἑκάστη) αἱρεῖται ἄνθρωπόν τινα ἐν κινδύνῳ παρὰ τὸ δίκαιον γένομενον ὑπὲρ οὗ ἀπολογίαν συγγράψαι βούλεται. δεύτερον δὲ ἀναγιγνώσκομεν καὶ σπουδαίως διαλεγόμεθα περὶ τῆσδε τῆς ἠθικῆς γνώμης τοῦ λόγου τοῦ Λυσίου: “ἡγούμεθα κοινὰς εἶναι τὰς τυχὰς τοῖς ἅπασι καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν.” συμβάλλομεν τοῦτο πρὸς λεγόμενά τινα τοῦ Ἀριστοτέλους καὶ τοῦ Κικερῶνος καὶ τῆς Ἑβραικῆς Γραφῆς. τοῦτ ́ἐστί, ἐπισκοποῦμεν ὅπως τὰ πάθη (λέγω τὸν οἶκτον καὶ τὴν ὀργὴν), καίπερ ἀρετὰς οὐκ ὄντα, οὐδὲν ἥττον προσήκει ἢ συνάπτεται τῇ δικαιοσύνῃ. τρίτον δὲ ὡς ἀκριβέστατα σπουδάζομεν πάντα τὸν Λυσίου λόγον. τέταρτον δὲ ἐγχωρεῖ ἑκάστῳ ἐπιτομὴν τοῦ ἰδίου λόγου συγγράψαι. πέμπτον δὲ ἡμεῖς ἐξετάζομεν τὰς ἐπιτομὰς κατὰ τὴν γραμματικὴν καὶ τὴν λογικήν. πάθος γὰρ ἄνευ λογισμοῦ οὐκ ἀρκεῖ. τούτων δὲ πραχθέντων, προσέχομεν τὸν νοῦν τῇ ῥητορικῇ. τέλος δὲ ἕκαστος τὸν ἑαυτοῦ λόγον παρὰ τοῖς ἄλλοις ποιεῖται.

‘Υπόμνημα/Transcript: ὀλίγου δεῖν δοκῶ μοι εἶναι ἐκεῖνος ὁ κάμηλος (παρὰ τῷ Αἰσώπῳ) ὁ ὀρχεῖσθαι πειρώμενος, ἅτε λόγους ποιούμενος παρ᾽ ὑμῖν τοῖς οὕτω σοφοῖς καὶ τοῖς εἰωθόσιν ἀκούειν ῥητόρων θαυμασίων. πρὶν οὖν ἄρξασθαι, βουλοίμην ἂν χάριν μεγάλην ἔχειν ὑμῖν πρὸς τοῦτο τὸ ἀκρόαμα ἐληλυθόσιν, καίπερ ἐγὼ δόξαν οὐδεμίαν ἔχων. καλῶς.

δύναμιν ἔχουσιν μεγάλην οἱ τῇ τε γραμματικῇ καὶ τῇ λογικῇ καὶ τῇ ῥητορικῇ πεπαιδευμένοι. διὰ τοῦτο δικαίως διδάσκομεν τοὺς μαθητὰς τὸ λεγόμενον: <<παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ>>. τὸ γὰρ σπουδάζειν περὶ τὰς τέχνας τὰς ἐλευθέρας μόνον ἤτε κέρδους ἤτε ἡδονῆς ἕνεκα τοῖς καλοῖς κἀγαθοῖς ἥκιστα πρέπει. εὖ ἴσμεν ὅτι μαθηταὶ οἵτινες ταῖς ἐλευθέραις τέχναις παιδευόμενοι γενήσονται δεινοὶ λέγειν. ἀλλὰ τίνος ἕνεκα; ἀρξώμεθα οὖν ἐρωτήματα ἐρωτῶντες.

τοιοῦτοι δὴ οἱ μαθηταὶ τὴν τοῦ ψυχαγωγεῖν δύναμιν κτῶνται, καὶ δὴ καὶ αὕτη ἡ δύναμις ὅπλον τι φοβερόν. ἆρα μῶν προσήκει ἡμῖν, διδασκάλοις οὖσι, παρέχειν τοῖς νεανίσκοις ὅπλα μὲν δεινὰ καὶ ἐπικίνδυνα, σκοποῦ δὲ δοθέντος οὐδενός; οὐ δῆτα! τί δ᾽ οὖν; ἆρ᾽ ἡμῖν ἀρκεῖ μόνον παραινεῖν τοὺς μαθητὰς λέγουσιν, <<φυλάττετε καλῶς, ὦ μαθηταί, ἀντιβολῶ, ὅπως μηδὲν ἄδικον ποιήσετε!>> ἥκιστά γε. οἱ γὰρ νεανίσκοι, καίπερ σπουδαῖοι μὲν καὶ δίκαιοι τὴν ψυχὴν ὄντες, ἔτη δὲ ἑπτακαίδεκα ἢ ὀκτωκαίδεκα γεγονότες, οὐ σαφέστατα τὸ δίκαιον συνῆκαν. δῆλα δὴ οἱ μαθηταὶ τῷ ὄντι ἤδη ἔχουσιν ἐν ἑαυτοῖς, λέγω ἐν ταῖς ἑαυτῶν ψυχαῖς, γνώμας τινὰς ἢ, ὡς ἔπος εἰπεῖν, σκιάς τινας, καλὰς μὲν καὶ ἀξίας, ποικίλας δὲ καὶ ἀλλήλοις διαφόρους. ἆρ᾽ οὖν πρέπει ἡμῖν, διδασκάλοις οὖσι, ἁπλῶς δοῦναι αὐτοῖς πάσας τὰς ὀρθὰς γνώμας, ὡσπερεὶ ἦσαν αὐτόματα; οὐ δῆτα. τοῦτο γὰρ οὐ πρέποι ἂν οὔτε τῷ νομίμῳ διδασκάλου ἔργῳ οὔτε τῇ τῶν μειρακίων φύσει. ἐγὼ μὲν γὰρ οὐχ οἷός τ᾽ εἰμὶ παρέχειν πάσας τὰς τελείας ἀποκρίσεις πρὸς τὰ χαλεπότατα ἐρωτήματα.

καὶ μὴν εἰ καὶ τοῦτο ποιεῖν ἱκανὸς ἦν ἐγώ, οὐκ ἔδει ἂν τοὺς μαθητὰς καταφαγεῖν, οἷον, γνώμας τὰς ἐμάς. εἰ μὴ τοίνυν ἐγὼ δύναμαι αὐτοῖς ἡγεμονεύειν, καίπερ διδάσκαλος ὤν, τίς οὖν δυνήσεται; λέγω ἔγωγε ὅτι τὰ μὲν ἄριστα βιβλία ἐστὶν οἱ ἄριστοι διδάσκαλοι, ἐγὼ δέ εἰμι οὐδὲν ἄλλο ἢ ὑποδιδάσκαλος. τοῦτ᾽ ἐστιν, ἐγώ εἰμι διδάσκαλος Σωκρατικός. ἐν γὰρ τῷ γραμματοδιδασκαλείῳ ἡμῶν (καλουμένῳ “Veritas Preparatory Academy”) καθ᾽ ἡμέραν ἀναγιγνώσκομέν τε καὶ διαλεγόμενοι ἐνθυμούμεθα τὰς μεγίστας ζητήσεις ἢ τὰ μέγιστα ἐρωτήματα ἀπὸ τῶν πηγῶν ὀνομαζομένων <<Ἀθηνῶν τε καὶ Ἱεροσολύμων>>. λέγω δῆλον ὅτι: Ὅμηρον, Ἡρόδοτον, Πλάτωνα, Ξενοφῶντα, Ἀριστοτέλην, Κικερῶνα, τὴν Ἑβραϊκήν τε καὶ Χριστιανήν Γραφήν, κ.τ.λ. τοιοῦτοι γάρ εἰσιν οἱ βαρύτατοι ἢ δεινότατοι ἐξετάζειν τὸ ἄνθρωπινον ἢ τὴν τοῦ ἀνθρώπου φύσιν.

II

εἶεν. νῦν δὲ ἐπανέλθωμεν πρὸς τὴν ἀρχήν. κεῖται γὰρ ἀπορία τις. βουλόμεθα τοὺς μαθητὰς γενέσθαι οὐ μόνον δεινοὺς λέγειν, ἀλλὰ καὶ φιλανθρώπους. οὐ γάρ; καὶ οὐδεὶς καλεῖται φιλάνθρωπος, εἰ μὴ (ἐν ἄλλοις) τὸν ἔλεον ἢ τὸν οἶκτον περὶ πολλοῦ ποιεῖται. τήμερον τοιγαροῦν πολλὰ ἀκούειν εἰώθαμεν περὶ τοῦ τὸν ἔλεον διδάσκειν ἢ Ἀγγλιστὶ <<teaching empathy>>. πρῶτον μὲν οὖν βουλοίμην ἂν ὡς σαφέστατα εἰπεῖν τόδε: οὐδενὶ τρόπῳ μαχήσομαι τούτοις. καὶ γὰρ ἐγὼ τὸν ἔλεον περὶ πολλοῦ ποιοῦμαι καὶ, ὅτι πρότερον εἴρηκα, σπουδαίως βούλομαι συλλαμβάνειν τοῖς μαθηταῖς φιλανθρωποτέροις γενέσθαι. ὅμως δὲ εἰς ἀπορίαν καθέστηκα. τί δ᾽ οὖν περ᾽ ἐκείνου τοῦ <<τὸν ἔλεον διδάσκειν>> ἢ <<teaching empathy>>; βούλομαι. ἀλλὰ ὁ ἔλεος ἢ ὁ οἶκτος, κατὰ γνώμην τὴν ἐμήν, ὡς ἀκριβέστατα εἰπεῖν, οὐκ ἀρετή τις, ἀλλὰ πάθος τι. ἀλλὰ οὐκ ἔγωγε εἴωθα λέγειν ὅτι, ἅτε διδάσκαλος ὢν, πάθη διδάσκω. ἄτοπον ἂν εἴη οὕτως εἰπεῖν. οὐδέποτε γοῦν διδάσκω τὴν ὀργὴν οὐδὲ τὴν ἀθυμίαν.

τί δ᾽ οὖν; ἐπιθυμῶ τοὺς μαθητὰς χρῆσθαι φιλανθρώπως τῇ αὐτῶν δυνάμει τῇ τοῦ δεινῶς λέγειν. ἐρωτῶ οὖν: τίς τῶν ἀρετῶν μάλιστα συνάπτεται τούτῳ; ἡ ἀρετὴ ἣν ζητοῦμεν, ὡς ἔμοιγε δοκεῖ, δικαιοσύνη. ἡ γὰρ δικαιοσύνη τῷ τε ἐλέῳ καὶ μὴν τῇ ὀργῇ συνάπτεται. ἔστι γὰρ σύνδεσμος τῆς δικαιοσύνης καὶ τούτων τῶν πάθων.

ἔδοξε οὖν μοι τοιαῦτα ἐρωτήματα ἐνθυμουμένῳ παρέχειν τοῖς μαθηταῖς ἔργον τι, ᾧ δυνήσονται ἐπισκέψαι καὶ τὴν ῥητορκὴν αὐτὴν καὶ τὰς ἠθικὰς ἀρχὰς αἷς ἄνθρωπος δίκαιος ἢ πολίτης δίκαιος ἀκολουθεῖ. ἐγὼ οὖν εἱλόμην λόγον τινὰ ὑπὸ Λυσίου συγγραφθέντα ὑπὲρ ἀνδρὸς σώματι ἀδυνάτου. λέγω τὸν εἰκοστὸν καὶ τέταρτον λόγον. ὑπόθεσις ἐστὶν ἡδε: ὁ ἀνὴρ σώματι ἀδύνατος δέχεται ἀργύριον τι σμικρὸν ἀπὸ τῆς πόλεως διὰ τὴν ἑαυτοῦ κακὴν τύχην. οὗτος γὰρ περιπατεῖ δυοῖν βακτηρίαιν χρώμενος. ἄλλος τις κατηγορεῖ αὐτοῦ τὸ ψευδῶς καὶ ἀδίκως δέχεσθαι τὸ ἀργύριον ὡς δυνάτου ὄντος. τούτῳ οὖν λόγῳ ὁ σώματι ἀδύνατος ἀπολογεῖται.

καὶ εἱλόμην, ἐπὶ τὸ φιλοσοφεῖν, ὕφη τινὰ ἢ κείμενα ἐξ Ἀριστοτέλους καὶ Κικερῶνος καὶ Ἑβραϊκῆς Γραφῆς. πάντων δὲ τούτων λεχθέντων, οἱ μαθηταὶ ἀπολογίαν Ἀττικιστὶ συγγράφουσιν ὑπὲρ ἀνθρώπου τινὸς ἢτε ἀσθενεστέρου ἢτε ἐν κινδύνῳ παρὰ τὸ δίκαιον πεπτωκότος.

ἐν τούτῳ τῷ λόγῳ πειράσομαι δεῖξαι ὅπως ἐγὼ καὶ οἱ μαθηταὶ χρῶμεθα τοῖς μὲν ἀρίστοις βιβλίοις τῶν Ἀθηνῶν τε καὶ τῶν Ἱεροσολύμων ὅπως ἄμεινον μανθάνωμεν τὸ δίκαιον καὶ τὰ αὐτῷ ἑπόμενα πάθη, τῷ δὲ Λυσίου εἰκοστῷ καὶ τετάρτῳ λόγῳ τῷ ὑπὲρ τοῦ σώματι ἀδυνάτου ἵνα μιμώμεθα τὴν Λυσίου τέχνην ἅτε πειρώμενοι ἄνθρωπόν τινα ἀδικηθέντα λόγῳ σῴζειν.

III

πρῶτον μὲν οὖν περὶ τὴν πᾶσαν μέθοδον ἢ τὸ πᾶν ἔργον διὰ βραχυτάτων ἐρῶ.

εἴσιν ἑπτὰ βαθμοὶ τούτου τοῦ ἔργου. πρῶτον μὲν ἕκαστος (καὶ ἑκάστη) αἱρεῖται ἄνθρωπόν τινα (ἢτε ἔτι ζῶντα ἢτε πρὸ πολλῶν ἐτῶν τεθνηκότα) ἐν κινδύνῳ παρὰ τὸ δίκαιον γενόμενον ὑπὲρ οὗ ἀπολογίαν συγγράψαι βούλεται. δεύτερον δὲ ἀναγιγνώσκομεν καὶ σπουδαίως διαλεγόμεθα περὶ τῆσδε τῆς ἠθικῆς γνώμης τοῦ λόγου τοῦ Λυσίου: ἡγούμεθα <<κοινὰς εἶναι τὰς τύχας τοῖς ἅπασι καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν>>. συμβάλλομεν τοῦτο πρὸς λεγόμενά τινα τοῦ Ἀριστοτέλους καὶ τοῦ Κικερῶνος καὶ τῆς Ἑβραϊκῆς Γραφῆς. τοῦτ´ἐστί, ἐπισκοποῦμεν ὅπως τὰ πάθη (λέγω τὸν οἶκτον καὶ τὴν ὀργὴν), καίπερ ἀρετὰς οὐκ ὄντα, οὐδὲν ἥττον προσήκει ἢ συνάπτεται τῇ δικαιοσύνῃ. τρίτον δὲ ὡς ἀκριβέστατα σπουδάζομεν πάντι τῷ Λυσίου λόγῳ. τέταρτον δὲ ἐγχωρεῖ ἑκάστῳ ἐπιτομὴν τοῦ ἰδίου λόγου συγγράψαι. πέμπτον δὲ ἡμεῖς ἐξετάζομεν τὰς ἐπιτομὰς κατὰ τὴν γραμματικὴν καὶ τὴν λογικήν. πάθος γὰρ ἄνευ λογισμοῦ οὐκ ἀρκεῖ. τούτων δὲ πραχθέντων, προσέχομεν τὸν νοῦν τῇ ῥητορικῇ. τέλος δὲ ἕκαστος τὸν ἑαυτοῦ λόγον παρὰ τοῖς ἄλλοις ποιεῖται.

IV

ἐν δὲ τοῖς διαλόγοις ἡμῶν οἱ μαθηταὶ πολὺ ἔμαθον περὶ ὧν αὐτοὶ τῷ ὄντι νομίζουσιν. παραδείγματά τινα δώσω. βουλοίμην ἂν ἐᾶν τοὺς μαθητὰς λέγειν τοῖς αὐτῶν λόγοις. πρῶτον μὲν ἡ Ἀλάννη, μαθήτριά μου, ἔλεγεν ὅτι οὐ δεῖ ἄνθρωπον πράττειν οὐδὲν διὰ πάθος διότι μωρία ἕπεται. ἡ δὲ Ἑλένη ἀποκρινομένη οὐδ᾽ ὁμολογοῦσα ἐχρᾶτο λεγομένῳ τινι τοῦ Πασκὰλ, ὃ νεωστὶ ἀνέγνω ἐν ἄλλῃ διατριβῇ: <<ἡμεῖς ἴσμεν τὸ ἀληθὲς οὐ μόνον τῷ λόγῳ ἀλλὰ καὶ τῷ θυμῷ.>> ὁ δὲ Ἰάκωβος ὑπέμνησεν ἡμᾶς τοῦ Raskolnikov. ὁ Raskolnikov: δεινὸς μὲν λογίζεσθαι, πανοῦργος δὲ φανερὸς ὤν. ἔπειτα δὲ ὁ Λουκᾶς, ὃς σπανίως λέγει τι ἐν ταῖς διατριβαῖς μου, εἶπεν ὅτι τὰ πάθη ὅμοια κυσὶν ἀγρίοις. χρὴ γὰρ ἡμᾶς, κατὰ τὸν Λουκᾶν, πρῶτον μὲν ποιήσασθαι αὐτοὺς ἡμέρους, ἔπειτα δὲ αὐτοῖς καλῶς χρῆσθαι. ἔστι γὰρ ἔργα τινὰ ἃ κύνες δύνανται ἄμεινον πράττειν ἢ ἄνθρωπος. (τοῦτο ἀπόζει τοῦ Φαίδρου τοῦ Πλάτωνος, οὐ γάρ; λέγω ἐκείνους τοὺς δύο ἵππους.)

δι᾽ ὀλίγου, διελεγόμεθα περὶ τὸν νόμον παρὰ τῇ Ἑβραϊκῃ Γραφῇ τόνδε: <<καὶ προσήλυτον οὐ θλίψετε· ὑμεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.>> τοῦτ᾽ἐστὶν, ἁπλούστερον καὶ Ἀττικιστί: <<μὴ ἀδικεῖτε, ὦ Ἰσραηλίται, τοὺς ξένους. ὑμεῖς γὰρ γιγνώσκετε τὴν τοῦ ξένου ψυχὴν, διότι ξένοι ἦτε ἐν τῇ Αἰγύπτῳ.>> ἐγὼ δὲ ἠρώτησα τοῦς μαθητὰς ὁπότερον οὗτος ὁ νόμος ὁ χρυσοῦς πειρᾶται πείθειν τῷ πάθει ἢ λογικῷ τινι. πάντες οὐκ ὀλίγον χρόνον ἐν ἀπορίᾳ ἦσαν. καὶ εὖ ποιῶν! ἐγὼ γὰρ, διδάσκαλος κακὸς ὢν, διὰ παντὸς ἐθέλω πάντα αὐτοῖς ποιεῖν χαλεπότερα.

ἐπειδὴ δὲ ἡμεῖς διελεξάμεθα περὶ τὸν Μωυσῆν ὀργίλως ἔχοντα παρὰ τῇ Ἐξόδῳ καὶ τὴν τοῦ Martin Luther King, Jr. ἐπιστολὴν ἐκ δεσμωτηρίου πεμφθεῖσαν, ἠρξάμεθα προσέχειν τὸν νοῦν τῷ Δαυὶδ τῷ μεγάλῳ βασιλεῖ τῆς Ἰσραήλ. λέγω τὸ μέρος τοῦ διηγήματος ὁπότε Ναθὰν ὁ προφήτης ἐκείνῃ τῇ παραβολῇ χρησάμενος δείκνυσι τῷ Δαυὶδ τὴν ἀδικίαν αὐτοῦ. δι᾽ ὀλίγου ὁμολογοῦμεν τοῦτον τὸν μῦθον δύνασθαι δηλῶσαι τι μέγα. τῆς γὰρ παραβολῆς τοῦ Ναθὰν ἀκουσθείσης, Δαυὶδ ὀργὴν ἔπαθε σφοδράν. Δαυὶδ, ὀργίλως ἔχων, ἴσως ἄνευ λογισμοῦ ποιεῖν τι δοκεῖ. ὅμως δὲ αὕτη ἡ ὀργὴ οὐ μάχεται ἀλλ᾽ ἕπεται ἢ δουλεύειν τῇ δικαιοσύνῃ, ἧς ἀρχὰς ἢ ἧς φύσιν Δαυὶδ κάλλιστα καὶ ἀκριβέστατα συνῆκε. καλῶς.

οὗτος ὁ διάλογος μετὰ τῶν μαθητῶν πολλῷ μακρότερος ἐγένετο. ἀλλ᾽ ἐβουλόμην ἐπιδεῖξαι ὑμῖν μόνον ὀλίγον τι δεῖγμα τῆς ἐπιθυμίας αὐτῶν τοῦ φιλοσοφεῖν περὶ τὰ πάθη καὶ τὸν λόγον καὶ τὰς ἀρετάς.

V

 Δαουδ Ρινγ διδαξων
 Δαουδ Ρινγ διδαξων

νῦν δὲ ὑποθέσεις τινὰς τῶν λόγων οὓς οἱ μαθηταὶ ἔτι καὶ νῦν συγγράφουσιν ἐπιδείξω. ὁ μὲν Ἰακωβος ἀπολογίαν συγγράφει ὑπὲρ διδασκάλου καὶ ποιητοῦ ἐκ τῆς πολιτείας καλουμένης Vietnam γεγονότος, ὃς ὀνομάζεται Nguyen Chi Thiem. Ἰάκωβος πειρᾶται τῷ λόγῳ ἐπιδεῖξαι τοὺς ἐν δυνάμει ὄντας δεῖ ἀπολῦσαι τοῦτον ἐν τῷ δεσμωτηρίῳ ἔτι ὄντα. ἡ δὲ Σπουδαῖα, Ἀγγλιστὶ Sarah, ἀπολογεῖται ὑπὲρ τῶν ταύτης τῆς πατρίδος αὐτοχθόνων, οἵτινες ἠναγκάσθησαν πορεύεσθαι ἐκείνῃ τῇ ὁδῷ δακρύων καλουμένῃ. ἡ δὲ Ἀλάννη προσποιεῖται ἑαυτὴν εἶναι τὸν William Sanders Scarborough. ἐάν τις ὑμῶν τυγχάνῃ ἀγνοῶν ὅστις ἦν, δι᾽ ἐλαχίστων ἐρῶ.

ὁ William Sanders Scarborough, πρῶτον μὲν δοῦλος γεγονώς, ἦν δὲ ὁ πρῶτος (ταύτης γε τῆς πατρίδος) φιλόλογος τῶν παλαιῶν γλώττων Λιβυστικὸς τὸ γένος ὤν. καὶ οὐκ ὀλίγα ἔπαθεν ἄδικα. οἷον, ἐπειδὴ ἡ σύνοδος ἡ τῆς Κοινωνίας Νεοικουμενικῆς καὶ Φιλολογικῆς ἐγένετο ἐν τῇ πόλει Βαλτιμόρᾳ, τούτῳ τῷ σοφοτάτῳ ἀνθρώπῳ οὐκ ἐξῆν τὸ ἑαυτοῦ ἀκρόαμα ἐπιδεῖξαι διότι τὸ καταγώγιον ὅπου ἡ σύνοδος ἐγένετο οὐκ ἤθελεν ἄνθρωπον μέλαν χροιὰν τοῦτο ποιεῖν. ἄλλος οὖν φιλόλογος ἀνέγνω τὸ ἀκρόαμα λευκὸς δήπου ὤν. ἡ Ἀλάννη πειρᾶται πείθειν τὴν Κοινωνίαν τὴν Νεοικουμενικὴν καὶ Φιλολογικὴν λῦσαι τὴν πᾶσαν σύνοδον ὑπὲρ Γουλιέλμου. καίπερ ἐμοῦ τρῖα μόνον παραδείγματα παρέχοντος, πάντες οὖν φανεροί εἰσιν σπουδαίως διακείμενοι περὶ ταύτης τῆς ἀσκήσεως. καὶ διὰ τοῦτο μάλιστα χαίρω τοιούτους μαθητὰς ἔχων.

VI

τέλος δὲ οὐκ οἶδα ὁπότερον εἴρηκά τι χρήσιμον. ἐν νῷ εἶχον, ὡς ἀληθῶς εἰπεῖν, μόνον διασαφῆναι ὀλίγον τίνος ἕνεκα ἔγωγε, καίπερ μισθοῦ σμικροῦ διδομένου, καθ᾽ ἡμέραν πορεύομαι πρὸς τὸ γραμματοδιδασκαλεῖον μου. ἡγοῦμαι γὰρ τὸν σκοπὸν τὸν τῆς ἐγκυκλίου παιδείας εἶναι τὸ καλῶς ζῆν. καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ αὐτὸ καὶ τὸ ἀληθές τε καὶ τὸ δίκαιον ζητεῖν. τὸ δ᾽ οὖν ἔργον μού ἐστι πρῶτον μὲν συλλαμβάνειν τοῖς μαθηταῖς (ἐγὼ γὰρ αὐτὸς εἰς ἀεὶ ἔσομαι μαθητὴς) ἐπισκέψαι τὰς γνώμας ἡμῶν, δεύτερον δὲ ἐμβάλλειν αὐτοῖς ἐπιθυμίαν τῆς δικαιοσύνης καὶ τοῦ καλοῦ, τρίτον δὲ διδάσκειν αὐτοὺς τὰς τέχνας αἷς χρώμενοι ἔχομεν βοηθεῖν τοῖς ἀδικηθεῖσιν. οὗτος ὁ σύνδεσμος τῆς τε θεωρίας καὶ τῆς πράξεως μάλιστα πρέπει τῷ τελείῳ ἀνθρώπῳ. περὶ οὖν τούτων τοσαῦτά μοι εἰρήσθω. χάριν ὑμῖν ἔχω.

David Ring teaches Latin and Ancient Greek as living languages at Veritas Prep Academy in Phoenix, Arizona.

Subscribe

Sign up to receive email updates about new articles

In Medias Res

In Medias Res is the online magazine for lovers of Latin and Greek, published by the Paideia Institute.

Comment

Please check your e-mail for a link to activate your account.