Α. Χαῖρε, ὦ φίλτατε. τί καθ᾽ἑκάστην τὴν ἡμέραν κάθησαι ἐν τῇ βιβλιοθήκῃ; ἢ οὐκ οἶσθα ὅτι ἡ κόνις βλάψει τοὺς πλεύμονάς σου; πρὸς δὲ τούτοις ἴσασι πάντες ὅτι ἡ σαπρότης ἀπὸ τῶν ἀρχαίων τε καὶ κατασηπομένων βιβλίων γιγνομένη πόλλους σοφοὺς πεποίηκε μαινομένους. καὶ δῆλον ὅτι οὐ συχνὸν βλέπεις τὸ τῆς ἡμέρας φῶς. χλωρὸς γὰρ εἶ. ἀλλ᾽ἄγε, εἰπέ μοι, τί ἀναγιγνώσκεις;
Β. Χαῖρε καὶ σύ, ὦ βέλτιστε. ἴσως οὐκ ἂν σὲ βλάψαι τὸ πλείω βιβλία ἀναγιγνώσκειν. ἐγὼ μὲν ἑτοῖμός εἰμι ὁμολογεῖν οὐ πάνυ ἰσόρροπον διάγειν βίον, σὺ δὲ οὐ πολλῷ ἱσορροπώτερον. αἰεὶ γὰρ σὺν γυναιξὶ διατρίβεις τὰς ἡμέρας συγγιγνόμενος καὶ τὸν μὲν Διόνυσον ἐν τοῖς τε καπηλείοις ὑμνῶν καὶ ταῖς τῆς πόλεως ὁδοῖς, τὸν δὲ Ἀπόλλονα ἀμελῶν. ἀλλά σοι ἐρῶ· τῆν πρώτην τῆς Ἰλιάδος ἀναγιγνώσκω ῥαψῳδίαν.
Α. ἀλλὰ τίς οὗτος ὁ ῾Ὀμηρος, καὶ τί αὕτη ἡ Ἰλιάς;
Β. ἆρ᾽ἀγνοεῖς τῷ ὄντι, ὦ δαιμόνιε, τίς ὁ Ὅμηρος καὶ τί ἡ Ἰλιάς; ἀλλὰ κινδυνεύεις σοφόν τι ἐρωτᾶν.
A. πῶς λέγεις;
Β. καὶ γὰρ οἱ σοφοὶ οἱ νῦν ἀμφισβητοῦσιν περὶ τούτου τοῦ ἐρωτήματος. οἱ δὲ πάλαι σπανίως ἢ οὐδέποτε ἠμφισβήτουν ὅτι εἷς ἦν ἄνθρωπος, Ὅμηρος ὀνόματι, ὃς ὡς ἀληθῶς γέγονε, ἔζωσε, καὶ ἐν τῷ ὀγδόῳ πρὸ Χριστοῦ αἰώνι ἀπέθανε, καὶ οὗτος ὁ ἄνθρωπος, ἔξοχος ὢν ἀοιδός, τῇ καινῇ τέχνῃ χρώμενος τῇ γραφικῇ πρῶτον τὰ Τρωικὰ συνέγραψε ἃ πολλαὶ ἤδη ἀοιδῶν γενεαὶ τοῖς ἐπιγιγνομένοις παρεδεδώκεσαν. ἐν δὲ τοῖς δεκάτῳ ἐνάτῳ καὶ εἰκοστῷ μετὰ Χριστὸν αἰῶσι οἱ σοφοὶ πρῶτοι τοιαῦτα ἐβασάνισαν ἐρωτῶντες πολλὰ, οἷον τίς τῷ ὄντι ὁ Ὅμηρος, πότερον εἴη εἶς καὶ ὁ αὐτὸς ὁ τῆς τε Ἰλιάδος καὶ τῆς Ὀδυσσείας συγγραφεύς, ἢ τῆς μὲν συγγραφεὺς ἄλλος, τῆς δὲ ἄλλος, ἢ πάνυ πολλοὶ εἶεν οἱ συγγραφεῖς, πότερον αὐτὸς συνέγραψε, ἢ αὐτοῦ ῥαψῳδοῦντος ἀκούσας γραμματεύς τις ἔγραψε, καὶ οὐχ ἥκιστα πότε, ποῦ, καὶ πῶς τὰ ἔπη ἃ νῦν ἔχομεν ἀνεφάνη….