Β. ἀλλὰ ἀλλοῖον ἡμῖν παρέχει παράδειγμα ὁ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος συμποσίῳ.
Α. τί συμπόσιον; ἆρα παρεγένου σὺ αὐτός; διὰ τί ἐμὲ οὐ παρεκάλεσας;
Β. ἢ παίζεις ταῦτα ἐρωτῶν, ὦ δαιμόνιε, καὶ οὐδαμῶς σπουδάζεις, ἢ παντάπασιν μῶρος εἶ, εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι ταύτην ἣν ἐρωτᾷς, ὥστε καὶ ἐμὲ παραγενέσθαι.
A. πότ᾽οὖν ἐγένετο τοῦτο τὸ συμπόσιον;
Β. οὐκ οἶσθα ὅτι ὁ Σωκράτης, ὁ τοῦ Πλάτωνος διδάσκαλος, ἔζωσε καὶ ἤνθησεν Ἀθήνησιν ἐν τῷ πέμπτῳ πρὸ Χριστοῦ αἰώνι; δῆλον ὅτι οὐκ εἴωθας ἀναγιγνώσειν τὴν ἐφημερίδα ἣ Ἑλληνικὴ Ἔμπνους ὀνομάζεται. ὁ γὰρ Ἀλέξανδρος Πέτκας νεωστὶ ἐξέδωκε πολλοὺς διαλόγους περὶ τὸν τε τοῦ Σωκράτους βίον καὶ δίκην καὶ θάνατον.
Α. ἀλλ᾽ ἔγωγε σὲ ἐβασάνισα, φίλε μου. ἐγὼ γὰρ ὡς ἀληθῶς ταῦτα πάντα εὖ οἶδα, καὶ τὰ τῆς Ἑλληνικῆς Ἐμπνοῦ νεώτατα αἰεὶ ἀναγιγνώσκω…
Β. ἆρα ξυρεῖν ἐπιχειρεῖς λέοντα καὶ ἐμὲ ἐξαπατᾶν;
A. πῶς λέγεις; ἆρ᾽ αἰνίττῃ σύ;
Β. οὐ μὲν αἰνίττομαι, ἀλλὰ ξυρεῖν λέοντα παροιμία ἐστὶν ἣ σημαίνει ποιεῖν ἃ ἀδύνατά ἐστι. τοῦτ᾽ ἔστι, σὺ οὐδαμῶς οἶός τ᾽εἶ ἐμὲ ἐξαπατᾶν· ἐγὼ γάρ σε οὐκ ἀγνοῶ.
Α. ἐπ᾽αὐτοφώρῳ μ᾽ ἔλαβες, ὦ δαιμόνιε! ἀλλ᾽ἄγε, εἰπέ μοι τί ἐγένετο ἐν τούτῳ τῷ συμποσίῳ.
Β. ἄκουε δή· ὁ Ἀγάθων, ἔξοχος τραγῳδοποιὸς οὗ τὰ δράματα κακῇ τίνι τύχῃ ἡμῖν οὐ λείπεται, ἐν ἀγώνι νικήσας οἴκοι ἐδέχετό τε καὶ εἱστίᾳ τοὺς ἑαυτοῦ ἀναγκαίους φίλους, ἐν οἷς Σωκράτης, Ἀριστοφάνης ὁ κωμῳδοποιός, καὶ ἄλλοι ὀλίγοι. τοῖς δὲ συμποσιάζουσιν ἐδόκει χρῆναι ἕκαστον πρὸς ἡδονὴν πίνειν (ὥστε μὴ μεθύειν) καὶ λόγον εἰπεῖν ἔπαινον Ἔρωτος ἐπὶ δεξιὰ ὡς ἂν δύνηται κάλλιστον. πάντων δὲ οὕτω τὸν Ἔρωτα ἐπαινησάντων καὶ τοῦ Σωκράτους ὡς εἰκὸς τὸν κάλλιστόν τε καὶ φιλοσοφώτατον λόγον ποιησαμένου πόρρω τῶν νυκτῶν ἀφίκετο εἰς Ἀγάθωνος ὁ Ἀλκιβιάδης σφόδρα μεθύων καὶ μέγα βοῶν. ἐπειδὴ δὲ παρὰ Σωκράτει κατεκλίνη, καίπερ μεθύοντα νήφοντες οἱ ἄλλοι αὐτὸν ἐκέλευσεν εἰπεῖν ἔπαινον Ἔρωτος. ὁ δὲ οὐδαμῶς ἐπῄνεσεν Ἔρωτα, ἀλλ᾽ἀντὶ τούτων ὕμνησεν ὃν μάλιστα ἠράσθη, τούτ᾽ἐστιν, τὸν Σωκράτη. καὶ ἐν τούτῳ τῷ λόγῳ ὁρῶμεν Ἀλκιβιάδην πᾶσι τρόποις ἐπιχειρούντα πείθειν Σωκράτη ἑαυτῷ συγκοιμᾶσθαι.
Α. τί ἐποίει;
Β. ἃ εἰώθασιν ποιεῖν οἱ ἐρῶντες. προὐκάλετο γὰρ αὐτὸν οὐδενὸς παρόντος συγγυμνάζεσθαι, προὐκάλετο καὶ πρὸς τὸ συνδειπνεῖν (ὥσπερ ἐραστὴς παιδικοῖς ἐπιβουλεύων!), μετὰ δὲ τὸ δειπνεῖν διελέγετο αὐτῷ πόρρω τῶν νυκτῶν, καὶ προσηνάγκασεν αὐτὸν μένειν καὶ καθεύδειν ἐν τῷ αὐτῷ οἰκήματι.
Α. καὶ τί ἐγέντο; ἆρα συνεχώρησεν ὁ φιλόσοφος, ὡς ὁ Ἀριστοτέλης;
Β. οὐ γὰρ ἀλλὰ (ὃ θαύμαστον, ὁ γὰρ Ἀλκιβιάδης ἦν εἷς τῶν καλλίστων νεανιῶν ἐν τῇ πόλει) οὐδαμῶς κινεῖται καὶ οὐδαμῶς πείθεται.
Α. θαυμάζω τὴν τοῦ φιλοσόφου ἐγκράτειαν!