Χορόμαχος: Ὦ φίλη Αἴγλη, ποῖ δὴ καὶ πόθεν;
Aἴγλη: παρὰ τοῦ γυμνασίου, ὦ Χορόμαχε, καὶ πορεύομαι δὴ πρὸς τὴν βιβλιοθήκην, ὡς δήλον. ποῖ δὲ ἔρχῃ σύ;
X: θαυμάζω οὖν τὴν τύχην, ὅτι καὶ ἐγὼ ἐκεῖσε σπεύδων τυγχάνω. ὁρᾷς γε τὰ ἐμὰ βιβλία;
A: οἰμοὶ. ὁρῶ μέν σε θαυμαστῶς πως βιβλία φέροντα, καὶ νῦν αἰσθάνομαί σε ἑψόμενόν μοι ὄποι ἂν ἴω, ὥσπερ δορύφορον τυράννῳ. ἀπορῶ δὲ· πάνυ γὰρ ἐν ἀφανεῖ κείται τί πρᾶγμά σοι ἂν εἴη ἐν τόπῳ σπουδῆς τε καὶ μελέτης, oἶ σύ φῃς ἰέναι.
X: καλῶς γὰρ λέγεις. οὐδαμῶς μὲν δὴ εἴωθα μακρὰν ὥραν ἐν βίβλοις διατρίβειν, ὡς μάλιστα ἐπιτηδεύων τὴν ὄρχησιν…
A: καὶ δὴ σχεδὸν τέλειαν ἐξειργάσω ταύτην γε τὴν τέχνην, ὦ ὀρχηστά μικρέ·
Χ: μέγας ὢν τήν γε ψυχὴν. τήμερον δὲ ἔδοξέ μοι λιπόντι τὸν χορὸν ἐξελθεῖν ἐξω τοῦ ἱεροῦ τεμένους τῆς ὀρχήστρας καὶ σοφίαν τινὰ ζητεῖν. λέγοις ἂν ὅτι ἔνθεός εἰμι ἐξ ἄλλων Μουσῶν τὰ νῦν. ἐρωτικὸς γὰρ γέγονα τῆς σοφίας, μαθὼν τὴν διαλεκτικὴν ἀρχήν τε καὶ ῥίζαν αὐτῆς εἶναι.
A: πάνυ γε. τῆς ἐμῆς τύχης!
Χ: διαλεχθῶμεν οὖν; ἐγὼ γενήσομαι ὁ ἐρωτῶν, σύ δε ἡ ἀποκρινομένη.
A: ἴσως αὕτη ἐστί μοι ἡ μοῖρα ἡ πεπρωμένη καὶ ἄφυκτος.
Χ: εἰπέ μοι οὖν, ὦ λογιοτάτη, τίνα συγγραφέα ἥδιστα ἀναγιγνώσκεις; πλείστην γὰρ ἐπιμέλειαν ποιῇ σύ περὶ τῶν τε βιβλίων καὶ συγγραφῶν.
A: ὁ Λυσίας...
Χ: καλὴ οὖν ἡ συντυχία! οὗτος γὰρ καὶ ἐμοὶ ἥδιστος πάντων φαίνεται.
A: …σοφὸς μὲν καὶ καθαρός ἐστι, τὸ κόμπον καὶ τὸ ψυχρὸν ἀποφεύγων, καὶ δεινότατος μιμεῖσθαί τε τὸ ἦθος καὶ ἐξεργάσασθαι αὐτὸ πιθανόν· ἀλλὰ νυστάζω ἐνίοτε καὶ ἀπορῶ ἀναγιγνώσκουσα τοὺς λόγους αὐτοῦ ὡς ἀποδεικνύντας πολλὴν ἀκρίβειαν περὶ τῶν νόμων.
Χ: ὁμολογῶ δὴ ἐγὼ καὶ οὐδαμῶς τοῦτῳ δοίην ἂν τὸ τῆς λέξεως ἄθλον. τί δεῖ νόμων...
A: τὸν δὲ Αἴσχυλον…
Χ: οὐδὲν ἥδιον ὑπὸ τῷ οὐρανῷ οἴδα ἢ τὸ ἀναγιγνώσκειν τοῦτον.
A: ...χαίρω μᾶλλον θεωμένη ἐπὶ τῆς σκηνῆς ἢ ἀναγιγνώσκουσα τοὺς στίχους αὐτοῦ ἀψύχους ἐν βιβλίοις κειμένους. τοῦτον γὰρ οἱ ἀρχαῖοι ἔφασαν δεινότατον εἶναι ὄψιν παρέχειν θαυμαστὴν τοῖς θεαταῖς ἐν τοῖς τῶν Μεγάλων Διονυσίων ἀγῶσι. οἱ δὲ λόγοι αὐτοῦ εἰ καὶ καλοὶ ὅμως ἀσαφεῖς εἰσι καὶ τοσοῦτον ἀήθεις καὶ σπάνιοι ὥστε αὐτὸν φαίνεσθαι αἰνίγματα λέγειν οἷα χρᾷ τὸ ἐν Δελφοῖς χρηστήριον. οὕτως οὖν ῥᾷον ἐμὲ συνιέναι αὐτοὺς σὺν τῇ τῆς σκηνῆς ὄψει ὡς βοηθῷ καὶ ἑρμηνεῖ. καὶ γὰρ Ἀριστοφάνης φησὶ τὸν Αἴσχυλον πεποιηκέναι τὰς τραγῳδίας ῥήμασι χρώμενον ἃ ἄγνωστα τοῖς θεωμένοις ἦν.
Χ: ἀληθῶς λέγεις; ἦ καὶ τοῖς Ἕλλησιν ἀσαφής ἦν ὁ Αἴσχυλος; ποῦ τοῦτο λέγει;
A: Κινδυνεύει γε. λέγει τοῦτο Ἀριστοφάνης ἐν κωμῳδίᾳ διὰ τοῦ προσώπου τοῦ Εὐριπίδου. ἐν Βατράχοις ὁ Διόνυσος καταβαίνει εἰς ᾍδου ζητῶν τὸν πάντων συγγραφέων φίλτατον αὑτῷ καὶ ἄρτι τεθνηκότα Εὐριπίδην.
Χ: ἆρ’ οὖν εὑρίσκει αὐτὸν ἐν ταῦτῃ τῇ καταβάσει; οἱ γε νεκροὶ οἰκοῦσιν ἄνευ φωτὸς καὶ ἐν ζόφῳ βαθεῖ, ὡς ἔγωγε ἀκούω. πῶς οὖν ἂν ὁρῴη τὸν ἄθλιον τραγῳδοποιὸν;
A: μὴ φλυαρήσῃς. θεὸς πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει, ὡς λέγει ὁ Ὅμηρος. εὑρίσκει τοίνυν ἐκεῖνον καὶ δὴ καὶ τὸν Αἴσχυλον. ἀγῶνα δὲ ἐνίστανται ἑαυτοῖς οἱ ποιηταὶ δεινὸν, περὶ τῶν πρωτείων ἐν τῇ ποιητικῇ τέχνῃ. ὁ Διόνυσος γίγνεται ἀγωνοθέτης καὶ βραβεύς.
Χ: τίς οὖν φέρει τὰ πρωτεῖα; τίς τὰ δευτερεῖα; νικᾷ ὁ ἄριστος; τίνα τὰ κριτήρια;
A: τὰ μὲν ἄλλα οὐκ ἐρῶ· ἀνάγνωθι ἢ θέασαι τὸ δρᾶμα, φιλομαθέστατε. ἀλλὰ τοῦ ἀγῶνος ἴσου γενομένου καὶ δυσκρίτου, δοκεῖ τῷ ἀγωνοθέτῃ στῆσαι ἐπὶ ταλάντου τοὺς λόγους αὐτῶν.
Χ: ἦ μετροῦνται δὴ οἱ λόγοι ἐπὶ ταλάντου τινὸς οἷον ἀργύριον ἢ τὸ ἔριον τῶν προβάτων;
A: ἀκριβῶς. οὐ σοφὸν καὶ δίκαιον τοῦτο; τέλος δὲ, θαυμάζω ὁροῦσα τὰ Αἰσχύλου ἄλλ’ οὐχ ἥδιστός μοί ἐστιν ἀναγιγνωσκούσῃ. λέγεται δὲ σύν λόγῳ καὶ ἀληθῶς ὅτι ἐρεθίζει καὶ ἐποτρύνει τοὺς νεανίσκους εἰς ἀνδρείαν καὶ ἀρετὴν, αἳ χρησιμώταταί εἰσι τοῖς ἐν στρατιᾷ μαχησομένοις.
Χ: ὁμολογῶ. τούτου γε ἕνεκα οὕτω τέρπομαι ἐντυγχάνων τὰ Αἰσχύλου ἔργα, ἅτε αὐτὸς μάλα μελετῶν καὶ ἀσκῶν τὴν ἀνδρείαν, ὡς δῆλον, καὶ φιλῶν πᾶν πρὸς ἀρετὴν κέντρον, καὶ ἐὰν μὴ αὐτῶν συνιῶ μηδὲν.
A: φαίνεταί γε.
Χ: χάριν σοι οἶδα. νῦν δὲ, οὐχ ὁρᾷς τὸ κάλλος ἐκείνου τοῦ τόπου; δεῦρ’ ἄγε, καταβῶμεν εἰς ἐκείνο τὸ ψυχρὸν ῥεῖθρον, καὶ κατακλίνωμεν ὑπὸ τῇ σκιᾷ ταύτης τῆς μεγάλης πλατάνου. ἄκουε δή! οἱ γὰρ τέττιγες ᾄδουσι εὐμελῶς καὶ τερπνῶς, ἐν τοῖς κλάδοις τοῦ δένδρου καθίζοντες. παρακαλοῦσιν δὲ ἡμὰς ἅμα ἑαυτοῖς ἡσυχίαν ἄγειν διαλεγομένους. γιγνώσκεις τὸν μῦθον περὶ τῶν τεττίγων; λέγεται γὰρ ὅτι...
A: γιγνώσκω τὸν λόγον τούτων τῶν τεττίγων, ὡς ἀπέθανον ἀκούοντες τῶν Μουσῶν ᾀδουσῶν. σπουδαστέα δὲ καὶ μελετητέα μοι πολλὰ ἐν τῇ βιβλιοθήκῃ νῦν.
Χ: ἐχρῆν μὲν οὖν με ἀτυχεῖν, ὡς φαίνεται. εἰ δὲ μὴ βεβαίως γιγνώσκεις ὅντινα συγγραφέα μάλιστα φιλεῖς, βούλει ἐμέ σοι δεῖξαι ὅστις ἐμοὶ κράτιστα ἁνδάνει;
A: ἄλλ’ οὐκ εἶπον ὅτι…
Χ: εἴκασον! οὐδέποτέ γε ὀρθῶς εἰκάσεις.
A: τὸν Πλάτωνα λέγοιμι ἂν.
Χ: πῶς ἠπισήθης;!; τίς σοι εἶπεν;
A: οὐδεὶς εἰ μὴ αὐτὸς σύ πως. ἐσήμανας γὰρ τοῦτο καίπερ οὐ φάσκων.
Χ: ἴσως καὶ αὐτὴ μεμάθηκάς που τὴν μέθοδον ᾗ ὁρῶμεν καὶ γιγνώσκομεν ἡμεῖς οἱ φιλόσοφοι οὐ μόνον τὸ ἔξω σῶμα ἀλλὰ καὶ τὴν ἔσω ψυχὴν ὅτι διανοεῖται.
A: ὁρᾷς μὲν, ὤγαθε, τὸν ἥλιον, ὡς πόρρω ἐν τῷ οὐρανίῳ δρόμῳ ἐλαύνει; ἀπιτέον μοι ταχέως.
Χ: ἀλλὰ περίμενε ὀλίγον. ἄκουσον τοῦτο τὸ μέρος τὸ Πλάτωνος ἥδιστον, ὃ λέγει ἐν τῷ διαλόγῳ Φαίδρῳ...