Περὶ τῆς Πλάτωνος Λέξεως, Μέρος β’ (καὶ τελευταῖον)

April 08, 2016

(Χ: ἀλλὰ περίμενε ὀλίγον.  ἄκουσον τοῦτο τὸ μέρος τὸ Πλάτωνος ἥδιστον, ὃ λέγει ἐν τῷ διαλόγῳ Φαίδρῳ.)  ἐν τούτῳ μὲν Σωκράτης ἐπαινῶν τὸν ἔρωτα ὡς καλὴν καὶ χρήσιμον μανίαν (πρότερον γὰρ ἐμέμψατο καὶ ἔψεξε τὸν θεὸν, νῦν δὲ τὴν καλουμένην “παλινῳδίαν” λέγει), ἐξηγεῖται τὴν φύσιν τῆς ψυχῆς.  προσεικάζει δὲ αὐτὴν δυοῖν ἵπποις πτέρυγας ἔχουσιν, ἅμα ἡνιόχῳ ἀνθρώπῳ, ὃ τὸ πᾶν ὀνομάζει “σύμφυτον δύναμιν ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.” ὁ μὲν ἵππος καλὸς κἀγαθός ἐστι, ὁ δὲ τοὐναντίον ἐστὶ τὰ ἤθη, πράγματα παρέχων πολλὰ τῷ ἡνιόχῳ.  ἀλλὰ τοῦτό γέ  που τὸ μέρος πᾶσι γνωστόν ἐστι;

A: ἔμοιγε γνωστόν.  καὶ σύνοιδα ἐμαυτῇ δυο ἐναντίους ἵππους πντηνοὺς ἐχούσῃ ἐν τῇ ψυχῇ.  ὁ μὲν ἕλκει με ἄλλοθι… ἀλλὰ, πρόιθι..

 

Χ: γιγνώσκεις οὖν πῶς ὁ Σωκράτης διηγεῖται τὸν μῦθον περὶ τῶν ψυχῶν, ὡς ἕπονται τῷ Ζηνὶ ἐλαύνουσαι τὰ ἅρματα τῶν ψυχικῶν ἵππων ἐν μεγάλῃ πομπῇ περὶ τὸν οὐρανὸν; λέγει γε οὕτως·

 

Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δ’ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δ’ ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι [θέας δὲ λέγει, οὐ θεάς!] ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται [τοῦτ’ ἐστὶ φοιτᾷ], πράττων ἕκαστος αὐτῶν τὸ αὑτοῦ. ἕπεται δ’ αἰεὶ ὁ θέλων τε καὶ δυνάμενος [ἐνθάδε γε σημαίνει τὰς θελούσας ψυχὰς] · φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.’ [οἱ θεοὶ οὐ φθονοῦσι τοῖς θέλουσιν, ἀλλὰ διδόασι τὰ ἑαυτῶν καλὰ πᾶσι δωρεάν]

 

ἆρ’ οὐ νῦν ἔνθεος γέγονας, ἀκούσασα τὰ καλὰ ἔπη αὐτοῦ, οὐκ ἐρᾷς νῦν διαλέγεσθαι καὶ τὴν ἀλήθειαν ζητεῖν πᾶσαν τὴν ἡμέραν τε καὶ πᾶσαν τὴν νύκτα;

A: ὁ ἔρως μὲν μέγας δαίμων, τὸ δὲ δέον ἄλλο ἐστὶ καὶ ἐνίοτε κρεῖττον.  ἄλλ’ ἴσως ἔλεγέ τι ὁ Διονύσιος ὁ Ἁλικαρνασσέως μεμφόμενος τῷ Πλάτωνι αὐτὸν τοῦτον τὸν λόγον ὃν ἄρτι εἶπες, ὅτι πολὺ διθυραμβώδης ἐστὶν ὁ λόγος καὶ οὐ πρέπων τῷ πεζὸν καὶ μέτριον λόγον γράφοντι.

Χ: κακὴ καὶ μεγάλη αὕτη ἡ μέμψις! ἀνάγκη τοῦτον ἀμαθῆ τε καὶ ἀναίσθητον εἶναι!

Α: κράτει τοὺς ἵππους, ὦ ἡνίοχε·  ἄλλη ψυχὴ ἄλλο αἰσθάνεται.  ὁ δὲ τῆς Ἁλικαρνασσέως τόδε γε λέγων, ἐν τῇ συγγραφῇ Περὶ τῆς Δημοσθένους Λέξεως, οὐ φαίνεταί μοι ἁμαρτεῖν, ὅτι

 

ταῦτα καὶ τὰ ὅμοια τούτοις [τοῦ δὴ Πλάτωνος], ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα [ὁ μὲν διθύραμβος εἴδος τι τῆς ποιητικῆς ἐστι πολλοῖς καὶ ὀγκώδεσι λόγοις χρώμενον, ὑπόρχημα δ’ ἐστὶ ᾠδὴ ᾀδομένη πρὸς ὄρχησιν], τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γ’ ἐμοὶ φαίνεται·

 

Χ: ναί; γιγνώσκω τὸν Πίνδαρον ποιητὴν ὄντα μέγαν τε, τὰ δὲ ἔργα αὐτοῦ ἄγνωστα ἐμοί.  ὁ δὲ δύσκολος Διονύσιος λέγει τι, ὅτι οὐ μόνον διὰ τοῦ μέτρου καὶ ῥυθμοῦ ἀποφαίνομεν λόγον τινὰ τῷ ὄντι ποιητικὸν εἶναι, ἀλλὰ καὶ διὰ τὰ ἔνοντα πράγματα καὶ τοὺς λόγους καὶ τὰ ἔπη οἷς χρῆται ὁ γράψας.

Α: τοιοῦτον τί φησιν ὁ Ἀριστοτέλης ἐν τῇ πραγματείᾳ αὐτοῦ τοῖς Ποιητικοῖς, ἐναντίως δὲ· λέγει γὰρ τὸν Ἐμπεδοκλῆ, φιλόσοφον ἄνδρα, καίπερ μέτροις χρώμενον, οὐ ποιητὴν τῷ ὄντι εἶναι. ἄκουε δὲ ἃ λέγει ὁ Διονύσιος διατελῶν· τοὺς γὰρ Πινδάρου στίχους, οἷς προσεικάζει τὸν Πλάτωνος μῦθον, προφέρει οὕτως (ἔκλειψιν τοῦ ἡλίου θεωρεῖ ὁ ποιητής, ἀπορῶν πότερον σημάνῃ κακόν τι ἢ καλὸν)·

 

Ἀκτὶς ἀελίου, τί πολύσκοπε μήσεαι

ὦ μᾶτερ ὀμμάτων, ἄστρον ὑπέρτατον,

ἐν ἁμέρᾳ κλεπτόμενον; τί δ’ ἔθηκας ἀμάχανον

ἰσχὺν τ’ ἀνδράσι καὶ σοφίας ὁδόν,

ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα;

ἐλαύνεις τι νεώτερον ἢ πάρος;

ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς,

ἱκετεύω, ἀπήμονα

εἰς ὄλβον τινὰ τράποιο Θήβαις,

ὦ πότνια, πάγκοινον τέρας...

πολέμου δ’ εἰ σᾶμα φέρεις τινός,

ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος

ὑπέρφατον, ἢ στάσιν οὐλομέναν

ἢ πόντου κενεῶσιας ἂμ πέδον,

ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος

ὕδατι ζακότῳ ῥέον

ἢ γαῖαν κατακλύσαισα θήσεις

ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος;

ὀλοφύρομαι οὐδὲν ὅ τι πάντων μέτα πείσομαι.

 

Χ: ὦ Μοῦσα ἀοιδέ, τίνι προσεικάσω σε; τοῦ νοῦ καὶ τῶν νοημάτων ἐπιλανθάνομαι κηλοῦμενος ὑπό τῆς σῆς ᾠδῆς καὶ φωνῆς.

Α: παῦσαι σύ.

Χ: ταῦτα δὲ τῆς Ἑλληνικῆς γλώττης ἐστὶ; σχεδὸν οὐδὲν σύνηκα.

Α: ἐστι γὰρ τῆς Δωρικῆς διαλέκτου καὶ μάλα ποιητικῆς.

Χ: εἴ γε καὶ οὐδὲν συνίημι αὐτῆς, ἀναγκάζομαι φάναι ὅτι καλλίστη αὕτη ἡ ᾠδή. ὁμοίως καί ἡ ἀοιδὸς ἡ ᾄσασα.

Α: ὦ ἀκτὶς ἡλίου, ὡς πόρρω πρὸς ἑσπέραν ἐλαύνεις, σημαίνων δὴ ὅτι ὥρα μοί ἐστιν ἀπιέναι! εἰς αὖθις, ὦ τᾶν!

 

 

Comment

Please check your e-mail for a link to activate your account.