Praise of Baldness Review

May 05, 2016

Κρίσις βιβλίου, τοῦ Βλεπτοκλοῦ.

Φαλάκρας ἐγκώμιον

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·

πολλάκις μὲν αἰσθάνομαι αὐτὸς σοφώτερος γιγνόμενος, καὶ οὐκ ὀλίγον θαυμάζω τὴν ἐμὴν φρόνησιν, ὅσα δύναται καὶ ὅση ηὔξηται· τὴν δὲ αἰτίαν ταύτης τῆς αὐξήσεως καὶ ἐπιδόσεως πάλαι ζητῶν ἠπόρουν.  ἄρτι δὲ, ὦ ἑταῖροι, ἔμαθον τὸ πόθεν καὶ τὸ πῶς τῆς ἐμῆς σοφίας, ἐκ βιβλίου τινὸς θαυμαστοῦ. ὅπως οὖν μάθητε ὑμεῖς ὁποῖοι ἄνθρωποι ἀγαθὴν κεφαλὴν ἐπὶ τοῦ τραχήλου ἔχουσι, διατελήσατε ἀναγιγνώσκοντες.

 

ἐκ παιδὸς μὲν ἐγὼ ἐτρύφων ἀεὶ ἐν ταῖς θριξίν. μακραὶ γὰρ καὶ ξανθαὶ ἦσαν, ἔχαιρον δὲ σείων τὴν κόμην ὅτε ὁ κιθαρῳδὸς ἐν ταῖς ἑορταῖς ψάλλοι.  ἀεὶ ἔσταζε ἡ κεφαλὴ τὸ μύρον καὶ τὸ ἔλαιον, οἷς ἔχριον αὐτὴν ἵνα μηδέποτε παύσαιτο λιπαρῶς στίλβουσα.  ὡμολόγουν δὲ πάντες τῆς ἐμῆς ἡλικίας εὐδαιμονέστατον εἶναι ἐμὲ ὡς τὴν κόμην ἔχοντα καλλίστην.  νομίζω δὲ καὶ τὰς τότε παρθένους τὸ αὐτὸ φρονήσαι, ἥ γε μήτηρ ἀεὶ ἐπῄνει με τῶν τριχῶν ἕνεκα.  ἀνδρὸς δὲ γιγνομένου αἱ τρίχες μου ἀνεχώρησαν ὥσπερ στρατὸς εἰς φυγὴν τραπείς, ἡ δὲ φαλάκρα νικήσασα νῦν κρατεῖ σχεδὸν πᾶσαν τὴν κεφαλὴν, στήσασα, οἷον τρόπαιον ἐπὶ τῷ πεδίῳ τῆς λαμπρῆς μάχης, ὀλίγας τινὰς ἀσθενεῖς καὶ ἐρήμους τρίχας.  ἐπειδὴ πρῶτον τοῦτο ἐγένετο, ἔτι ἔχριον τὴν ἄκραν κεφαλὴν· πῶς γὰρ οὐ; ἔτι καλὴ ἦν.  ἀλλ’ οὐκέτι τὴν αὐτὴν χαράν πως ᾐσθόμην. ἐνενόησα γὰρ ὅτι τελευτησάσης τῆς πρώτης μάχης, οὔπω τετελεύτηκε ὁ πόλεμος, καὶ ἔτι πίπτουσι οἱ “στρατιώται.”

τὸ δὲ βιβλίον τὸ λύσαν τὴν ἀνίαν καὶ ἀγωνίαν ἐστὶ τὸ Φαλάκρας Ἐγκώμιον τοῦ λογιωτάτου Συνεσίου τοῦ Κυρηναίου.  οὗτος ὁ φιλόσοφος ἔζησε τελευτῶντος τοῦ τετάρτου αἰώνος καὶ ἀρχομένου τοῦ πέμπτου μετὰ Χριστὸν.  οἱ μὲν Ἕλληνες κατῴκισε τὴν Κυρήνην τῷ ἑβδόμῳ αἰῶνι πρὸ Χριστοῦ·  ὁ δὲ οἰκιστὴς ὀνόματι Βάττος ἦν, κατὰ τὸν Ἡρόδοτον. κοινὴν οὖν τὴν πατρίδα εἶχε ὁ Συνέσιος σὺν Καλλιμάχῳ τῷ ποιητῇ, καὶ Ἀριστίππῳ, φιλοσόφῳ ὃς πάλαι ἔθετο τὴν ἡδονὴν εἶναι τὸ καλὸν καὶ τέλος τοῦ βίου (τίς νῦν λοιδορήσει τὴν φιλοσοφίαν καὶ κατηγορήσει αὐτῆς ὡς ἀχρήστου τοῖς ἀνθρώποις ἀεὶ οὔσης;).  ὃ δὲ οὐ κοινὸν εἶχε Συνέσιος τοῖς ἀρχαιοτέροις Κυρηναίοις σοφοῖς ἦν τοῦτο, ὅτι ἐγένετό ποτε ἱερεὺς τῆς ἐκκλησίας τοῦ καινοῦ θεοῦ Ἰησοῦ Χριστοῦ. καὶ μὴν μέγαν ἱερέα ἐποίησαν τὸν Κυρηναῖον, τὸν καλούμενον “ἀρχιεπίσκοπον” τῆς Λιβύης.

ἄκουε δὴ ἃ λέγει οὗτος ὁ σοφὸς Πλάτωνος θιασώτης περὶ τῆς φθορὰς καὶ οἷον ἐκλείψεως τῶν τριχῶν· ἀπολογεῖ γὰρ ἐν τῷ Φαλάκρας Ἐγκωμίῳ πρὸς Δίωνα τὸν καλούμενον Χρυσόστομον (ῥήτορα γενόμενον ἐπὶ Δομιτιανοῦ καὶ Τραϊανοῦ τῶν αὐτοκρατόρων).  ἐκεῖνος γὰρ ὁ εὐήθης ἐπῄνησε καὶ οἷον ὕμνησε τὴν κόμην, λέγων ὅτι μᾶλλον πρέπει τοῖς ἄνδρασιν ἢ ταῖς γυναιξὶ τὰς τρίχας μακρὰς φύειν καὶ καλὰς κοσμεῖν. 

δοκεῖ μὲν οὗτος ὁ Συνέσιος φαλακρὸς γεγονέναι.  διὰ τοῦτο οὖν πολλὰ ἐπαινέσας τὴν τραγῳδίαν ἣν ἄρτι εἶδον, τὴν καλουμένην Ἀγοράν, τοῦτο μέμφομαι αὐτῇ ὅτι ὁ ὑποκριτὴς ὃς ὑπεκρίνατο τὸν Συνέσιον πολλὰς καὶ μακρὰς τρίχας φύει. εἰ δὲ ἐξυρήσατο πρὶν ἐπιβῆναι τῆς σκηνῆς (ὅπερ ἔδει) πολὺ πιθανώτερος ἂν ἦν. νῦν δε, ἅτε κρίσιν θεάματος οὐ γράφων, ἐάσω ταῦτα χαίρειν.

Συνέσιος ὑποκρινόμενος ὑπὸ τοῦ κομήτου Ῥούπερτ Ἔυανς

 

ὁ δ’ οὐν Λίβυς φιλόσοφος ἀποδείκνυσι τὴν φαλάκραν κρείσσω τῆς κόμης οὖσαν πολλοῖς χρώμενος τεκμηρίοις, καὶ δὴ καὶ τούτοις· πρῶτον μὲν, βλέπε εἰς τὸν οὐρανὸν καὶ ὅρα τὸν Ἥλιον.  τρίχας σοι δοκεῖ ἔχειν οὗτος ὁ ὁρατὸς θεός; οὐδαμῶς, οὐδὲ ἔχει ἡ ἀδελφὴ αὐτοῦ Σελήνη.  φαλακρότατος γάρ ἐστιν ὁ μὲν, ἡ δὲ καὶ αὐτὴ φαλακρά ἐστιν, εἰ καὶ οὐ πάνυ τελείως, ἅτε ἐλάσσων τι θεὸς οὔσα.  τούτῳ ἀναμφισβήτητα δηλοῖ ὁ συγγραφεὺς τὸ τοὺς θεοὺς φαλακροὺς εἶναι.  καὶ τὸν καλούμενον “κομήτην” ἀστέρα πάντες οἱ μάντεις ὁμολογοῦσιν κακὸν οἰωνὸν εἶναι, ὡς τῆς κόμης οὐ πρεπούσης τοῖς οὐρανίοις δαίμοσιν.  δεύτερον δὲ, τί ἀκούομεν περὶ τῶν ἡμιθέων ἡρώων; πᾶς τις Ἑλλήνων οἶδε ὡς ἐν τῷ περὶ Τροίαν πολέμῳ, ὀργισθέντος τοῦ Ἀχιλλέως καὶ μέλλοντος τὸ ξίφος ἕλξαι ἵνα σφάξειε τὸν Ἀγαμέμνονα, ἡ Ἀθηναία ἀφανῶς τοῖς ἄλλοις ἐφάνη αὐτῷ καὶ ἐπιλαβομένη τῆς κεφαλῆς κατὰ τὰς τρίχας κατέσχεν αὐτὸν ὥσπερ ἡνίοχος ἵππον. λέγοις ἂν ἴσως τοῦτο σημεῖον εἶναι ὅτι ὁ Ἀχίλλευς κόμην πολλὴν εἶχεν.  ἀλλὰ κομψότατα νουθετεῖ ἡμᾶς ὁ Συνέσιος ἀκριβέστερον τὸν νοῦν προσέχειν τοῖς Ὁμήρου ἔπεσιν· ταῦτα γὰρ λέγει ὁ ποιητὴς· στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα ἡ Ἀθηναία.  οἷον οὖν τοὺς πολλοὺς τῶν καλῶν καὶ ἀγαθῶν, εἰκός ἐστι καὶ τὸν Ἀχιλλέα ψιλὸν μὲν εἰς τὰ πρόσθεν, δασὺν δὲ εἰς τὰ ὀπίσω γεγονέναι.  ἑστηκὼς γὰρ ὄπισθεν καὶ τῶν φαλακροτάτων ἀνθρώπων, οἷον τοῦ Σωκράτους, ἐπιλάβοιο ἂν τριχῶν τινῶν σπανίων μὲν ἀλλὰ ἀρκούσων ὥστε δύνασθαί σε σπᾶν τὴν κεφαλὴν.  ἐὰν δ’ οὔπω ὁμολογῇς, οὐδαμῶς λέγοις ἂν ὅτι ὁ Ἀχίλλευς οὐκ ἂν ἐφαλακρώθη, εἰ εἰς τέλειον γῆρας ἀφίκετο.  φαλακρωθήτω οὖν, ὅστις βούλεται τὴν ἑαυτοῦ σοφίαν καὶ ἀρετὴν διὰ τῶν ἔξω σημείων δεικνύναι.  καὶ ἀκουσάτω ἃ εὔχεται ὁ φρόνιμός τε καὶ φαλακρὸς Συνέσιος·  ἐμοὶ δὴ καὶ τοῖς ἐμοῖς παρείη τουτὶ τἀγαθὸν [ἡ δὴ φαλάκρα] ὅ με ποιεῖ τοῖς θεοῖς παραπλήσιον.(Φ.Ε. 10.7)

συνελὼν μὲν οὖν λέγω ὅτι ἀναγκαῖόν ἐστι πάντας ὑμᾶς, κομήτην τε καὶ φαλακρὸν, ἄνδρα τε καὶ γυναῖκα, ἀναγνῶναι τοῦτον τὸν πιθανὸν καὶ φιλοσοφώτατον λόγον.  γέμει γὰρ σπουδὴς καὶ ἄξιος ἔτι πλείωνός ἐστιν.  οὐδὲ θαυμάζω ὅτι οἱ Κυρηναῖοι εἵλοντο τὸν γράψαντα ἐπίσκοπον εἶναι τῶν θείων μυστηρίων. ῥᾳδίως δὲ εὑρήσετε τὸ Ἐγκώμιον ζητοῦντες ἐνθάδε, ἑρμηνευθέν γε εἰς βαρβαρικήν τινα γλῶτταν.  τί γὰρ δέοι ἂν τοὺς βαρβάρους στερεῖσθαι τοιαύτης παραμυθίας, καὶ αὐτοὺς τοῦτο τὸ καλὸν πάθος ἐνίοτε πάσχοντας;

 

ἔρρωσθε.