τίς ὁ μῦθος τῆς Ἰλιάδος; τίνες οἱ Ἕλληνες;

January 22, 2016

Chryses_Agamemnon_Louvre_K1.jpgΑ. ἀλλ᾽ εἰπέ μοι, φίλε, τίς ὁ τῆς Ἰλιάδος μῦθος;

Β. ἆρα μὴ  ἀγνοεῖς τὰ Τρωικά; ἀκήκοας δήπου περὶ τοῦ Τρωικοῦ πολέμου;

Α. μάλιστά γε. οὐ γάρ εἰμι οὕτως ἄμουσος καὶ ἀπαίδευτος ὡς ἡγῇ σύ.

Β. οὐκ ἔγωγε ἐν νῷ εἶχον ὑβρίζειν σε. ἀλλ᾽ἄκουε δή·ἡ Ἰλιὰς ἄρχεται ἀπὸ τοῦ δεκάτου ἔτους τῶν Τρωικῶν. οἱ μὲν Ἕλληνες--ἀλλὰ ταύτῃ τῇ κλήσει οὐ χρῆται ὁ Ὅμηρος, Δαναοὺς δὲ ἐν τοῖς ἔπεσι καὶ Ἀργείους καὶ Ἀχαιοὺς ἀνακαλεῖ….

 

Α. τί δὲ δὴ οὐ τοὺς σύμπαντας ὀνομάζει Ἑλληνας;

Β. ὁ γοῦν Θουκυδίδης, συγγραφεὺς Ἀθηναῖος ὃς ἔγραψε τὴν τοῦ Πελοποννησιακοῦ Πολέμου ἱστορίαν, καλῶς ἐξηγεῖται· “πρὸ γὰρ τῶν Τρωικῶν,” φησίν, “οὐδὲν φαίνεται πρότερον κοινῇ ἐργασαμένη ἡ Ἑλλάς.” τοῦτ᾽ ἔστι, αἱ πόλεις τῆς νῦν Ἑλλάδος καλουμένης πρὸ τῶν Τρωικῶν ἦσαν αὐτόνομοι, καὶ διὰ τοῦτο οὐκ εῖχον τὰ νοήματα “Ἑλλάς” καὶ “Ἕλληνες.”

Α. ἕπομαι τοῖς λεγομένοις. ἐπειδὴ οὖν συνῆλθον εἰς τοῦτον τὸν πόλεμον αἱ πόλεις αἱ Ἑλληνικαί (ὡς ἀναχρονιστκῶς εἰπεῖν), κατέμαθον ἑαυτοὺς ἓν ἔθνος ὄντας.

Β. ναί, ὦ δαιμόνιε, ἀκριβῶς καὶ ταχὺ ἔμαθες, ὦ φιλλέλλην. ἀλλ᾽ὡς ἔλεγον, ἡ Ἰλιὰς ἄρχεται ἐν τῷ δεκάτῳ τῶν Τρωικῶν ἔτει. οἱ μὲν Ἕλληνες--τοῦτ᾽ ἔστιν, οἱ Ἀχαιοί, ὡς μὴ ἀναχρονιστκῶς εἴπωμεν--πολιορκοῦσι τὸ Ἴλιον (Τροίαν λέγομεν νῦν ὡς ἐπὶ τὸ πολὺ), οἱ δὲ Τρώες ἐνίοτε ἐκβαίνουσι ἐκ τῆς πόλεως καὶ μάχονται τοῖς Ἀχαίοις ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ. ἐν δὲ τῇ τῶν  ἐπῶν ἀρχῇ ὁ Ἀχιλλεὺς, ὁ ἄριστος τῶν Ἀχαίων σταριτώτης τε καὶ ἥρως, καὶ ὁ Ἀγαμέμνων, ὁ ἡγεμὼν τοῦ στόλου, ἐρίζουσι διότι Ἀγαγμέμνων τὴν Ἀχιλλέως αἰχμαλωτίδα παλλακὴν ἀφαιρεῖ. ὁ οὖν Ἀχιλλεὺς ἀπέχεται τῆς μάχης, καὶ μόνον αὖθις ἄρχεται μαχόμενος ἵνα τιμωρήσῃ τῷ φίλῳ Πατρόκλῳ τὸν ὑπὸ Ἕκτορος θάνατον. τὸ δὲ ἔπος τελευτᾷ μετὰ τὸν τοῦ Ἕκτορος ὑπὸ Ἀχιλλέως θάνατον.