τὸ τῆς Ἱλιάδος προοίμιον β´ · ἡ πρὸς τὴν θεὸν εὐχή

January 31, 2016

Β. ἔπειτα δὲ ὁ ποιητὴς προσαγορεύει τὴν Μοῦσαν, λέγων τὸ “ἄειδε θεά.”

Α. τί τὸ “ἄειδε”;

Β. ἡ προστακτικὴ ἔγκλισις ἀπὸ τοῦ ἀείδειν. ἀττικιστὶ συνάγοντες τὰ φωνήεντα τὰ πρῶτα λέγοιμεν ἂν ᾄδειν. καὶ οὐκ εἰώθαμεν εἰπεῖν τὴν θεάν, ἀλλὰ τὴν θεόν. ἐνθάδε, τὸ θεά ἡ κλητικὴ πτῶσις ἐστι, καὶ ὁ ποιητὴς οὕτως σημαίνει “ὦ Μοῦσα.”

Α. ἀλλὰ διὰ τί προσαγορεύει ὁ ποιητὴς τὴν Μοῦσαν;

Β. ἐν τῷ Ἴωνι ὁ Πλάτων οὕτως ἐξηγεῖται· ἡ Μοῦσα ἐνθέους ποιεῖ τούς τε ποιητὰς καὶ τοὺς ῥαψῳδούς. “πάντες γὰρ οἵ τε τῶν ἐπῶν ποιηταὶ οἱ ἀγαθοὶ,” φησίν, “οὐκ ἐκ τέχνης ἀλλ᾽ ἔνθεοι ὄντες καὶ κατεχόμενοι πάντα ταῦτα τὰ καλὰ λέγουσι ποιήματα, ὥσπερ οἱ κορυβαντιῶντες οὐκ ἔμφρονες ὄντες ὀρχοῦνται, οὕτω καὶ οἱ μελοποιοὶ οὐκ ἔμφρονες ὄντες τὰ καλὰ μέλη ταῦτα ποιοῦσιν, ἀλλ᾽ ἐπειδὰν ἐμβῶσιν εἰς τὴν ἁρμονίαν καὶ εἰς τὸν ῥυθμόν, βακχεύουσι καὶ κατέχονται, ὥσπερ αἱ βάκχαι.”

Α. οἱ οὖν ποιηταὶ κατὰ τὸν Πλάτωνα ὅμοιοί εἰσι τοῖς βακχεύουσι καὶ κατεχομένοις;

Β. μάλιστά γε. λέγει γὰρ ὅτι οἱ ποιηταὶ οὐδὲν ἴσασι ὧν ποιοῦσι, ἀλλὰ ἑρμηνεῖς εἰσιν τῶν θεῶν. οὐ γὰρ τέχνῃ ταῦτα λέγουσιν ἀλλὰ θείᾳ δυνάμει, ὥστε οὐκ οἱ ποιηταὶ οἱ λέγοντες καὶ ᾄδοντες καὶ γράφοντες, ἀλλὰ ὁ θεὸς αὐτός ἐστι ὁ λέγων, ὃς τοῖς ποιηταῖς χρῆται ὡς ὑπηρέταις τε καὶ ἑρμηνεῦσι. καὶ διὰ τοῦτο, ὦ φίλε μου, εὔχεται τε ὁ Ὅμηρος τῇ Μούσᾳ καὶ δεῖται ὠφελείας καὶ βοηθείας. ἄνευ γὰρ τῶν Μουσῶν οὐδὲν καλὸν οἷόν τ᾽ ἐστι γενέσθαι.

 

 

 

ἐν τῇ εἰκώνι ὁρῶμεν Καλλιόπην, τὴν τῆς ἐπικῆς ποιήσεως μοῦσαν. 

 

Comment

Please check your e-mail for a link to activate your account.