Α. τὸ Πηληϊάδεω Ἀχιλῆος εὖ μὲν οἶδα τί σημαίνει, ἀλλ᾽ εἰπέ μοι, τίς ἡ πτῶσις;
Β. ἡ γενικη ἡ ἐπική. ἀντὶ τοῦ Πηληϊάδεω ἀττικιστὶ λέγοιμεν ἂν Πηλεΐδου. πολλάκις γὰρ οὐ συνάγει ὁ Ὅμηρος τὰ φωνήεντα. ἀντὶ δὲ τοῦ Ἀχιλῆος ἀττικιστὶ λέγοιμεν ἂν Ἀχιλλέως. τοῦτο ὀνομάζομεν μετάθεσιν τοῦ τῶν φωνηέντων μήκους, τοῦτ᾽ ἐστι, ἀττικιστὶ βραχὺ μὲν φθεγγόμενοι τὸ η, μακρὸν δὲ τὸ ο, λέγομεν τὸ εως ἀντὶ τοῦ ηος. τῷ δὲ αὐτῷ τρόπῳ ὁ Ὅμηρος λέγει τὸ βασιλῆος ἀντὶ τοῦ βασιλέως.
Α. καὶ τὸ οὐλομένην τίνα δύναμιν ἔχει;
Β. τοῦτ᾽ ἐστι, ἡ μῆνις τοῦ Ἀχιλλέως δυσώνυμός ἐστιν, τοῖς τε ἀνθρώποις καὶ τοῖς θεοῖς ἐχθρά.
Α. διὰ τί λέγει ἔπειτα ὁ ποιητής ὅτι ἡ μῆνις τοῦ Ἀχιλλέως τοῖς Ἀχαιοῖς ἔθηκε μυρία ἄλγη;
Β. διότι τοῦ Ἀχιλλέως διὰ τὴν μῆνιν μάχεσθαι οὐκ ἐθέλοντος πολλοὶ Ἀχαιοὶ ἀπέθανον.
Α. διὰ τί μνείαν ποιεῖται ὁ ποιητὴς τῆς τοῦ Διὸς βουλῆς;
Β. διότι καὶ ἐνθάδε, ὦ φίλε μου, καθάπερ ἐν πᾶσι τοῖς πράγμασι τοῖς ἀνθρωπίνοις, οἱ θεοὶ αἴτιοί εἰσι τῶν γενομένων. ὡς ἐπὶ τὸ πολύ οἱ μὲνἝλληνες ἦσαν ἑτοιμότεροι τὴν τῆς ἐν βίῳ τύχης δέχεσθαι δύναμιν. συχνὸν γὰρ εἴποι ἄν τις ὅτι χρώμενοι δὲ τοῖς θεοῖς οἱ Ἕλληνες τῷ ὄντι διαλέγονται περὶ τῆς τύχης. οἱ δὲ νῦν, οὐχ ἥκιστα οἱ Ἀμερικανοί, τὴν τύχην οὐ δεχόμενοι νομίζουσι ὑπάρχειν ἀξιοκρατίαν τινά, ᾗ οἱ μὲν εὐδαιμονοῦντες διὰ τόν τε πόνον καὶ τὴν τέχνην ἄξιοί εἰσιν εὐδαιμονεῖν, οἱ δὲ δυστυχοῦντες διὰ τό τε ἀργῶς ἔχειν καὶ ῥᾳθυμεῖν καὶ οὐδὲν ποιεῖν ἄξιοί εἰσι δυστυχεῖν. οἱ δὲ Ἕλληνες εὖ ᾔδεσαν ὅτι πολλὰ ἐξαρτᾶται ἐκ τῆς τύχης, καὶ πολλὰ γίγνεται ὧν οἱ ἄνθρωποι οὐκ οἷοί τ᾽ εἰσι κύριοι εἶναι…
Comment
Sign in with