Α. πῶς λέγεις, ὦ φίλε; σαφέστερον γὰρ εἰπέ μοι, εἰ ἔχεις, τί ἐνόμιζον οἱ Ἕλληνες περὶ τῶν τε ἄλλων θεῶν καὶ τῆς Τύχης.
Β. σαφέστερον δὴ μαθησόμεθα σκοποῦντες τὴν τραγῳδίαν τί ἐστιν.
Α. ἀλλὰ πάντες ἴσασιν, ὡς ἐμοί γε δοκεῖ, τὴν τραγῳδίαν τί ἐστιν. ἔχομεν γὰρ τὴν αὐτὴν λέξιν ἐν πάσαις ταῖς νῦν γλώτταις, καὶ τοῦτο τὸ ποιήσεως εἶδος καὶ ἄχρι τῆς τήμερον ἡμέρας διαμένει.
Β. ἀληθέστατα λέγεις. τίς γὰρ ἀγνοεῖ οὐ μόνον τόν τε Σαιξπήριον καὶ τὸν Μολιέρον, ἀλλὰ καὶ τόν τε Σοφοκλέα καὶ τὸν Εὐριπίδην;
Α. καὶ γὰρ τῆς τε μουσικῆς καὶ τῶν γραμμάτων ἀμύητός περ ὤν, κἀγώ που ἀκήκοα ταῦτα τὰ λαμπρὰ ὀνόματα.
Β. πῶς γὰρ οὔ; ἀλλ᾽ἄγε δή, σκοπῶμεν τὴν τραγῳδίαν τίνα τοῖς Ἕλλησι εἶχε δύναμιν, εἴ πως οἵη τ᾽ἐστι ἡμῖν σημαίνειν τί ἐδόκει περὶ τῆς Τύχης.
Α. ἐξηγοῦ δὲ σύ, δίκαιος γὰρ εἶ, καὶ μὴ ἄλλως ποίει.
Β. ἄκουε δή· ἆρ᾽ οὐκ ἀγνοεῖς τὴν τοῦ Σοφοκλέους Οἰδίποδα; τούτῳ γὰρ τῷ παραδείγματι χρώμενοι τὴν τῆς ἀρχαίας τραγῳδίας σαφηνιοῦμεν φύσιν.
Α. εἰ μὴ σφάλλομαι, οὐ γὰρ βέβαιός εἰμι, ἔδει μὲν ἡμᾶς ἐν τῷ γυμνασίῳ διατρίβοντας ἀναγνῶναι ἐκεῖνο τὸ βιβλίον, ἐγὼ δὲ, ὡς εἰκάσαι, φύσει ἀργῶς ἔχων καὶ οὐ μάλα φιλοπόνως ἢ οὐδὲν μέμνημαι ἢ οὐ τὸ παράπαν ἀνέγνων. ἀλλὰ διηγοῦ τὸν μῦθον ἵνα με ἀναμιμνήσκῃς...