περὶ τῆς τύχης καὶ τῆς τοῦ Σοφοκλέους Οἰδίποδος γ´

January 31, 2016

Α. ἀλλὰ ἅλις τοιούτων. διηγοῦ δέ μοι τὸ τοῦ μύθου τέλος. οὐ γάρ ἐστιν ὅπως οὐκ ἀπέθανε τὸ τέκνον οὕτως ὑπὸ τοῦ ὑπηρέτου ἐν τοῖς ὄρεσι προτεθέν.

Β. ἐν τούτῳ ἁμαρτάνεις, φίλε μου. καὶ γὰρ τῷ τε Οἰδίποδi καὶ τοῖς γονεῦσιν αὐτοῦ, ὡς ἄλλοις ἡμῖν πᾶσιν, ἦν ἄφυκτος ἡ εἱμαρμένη. ποιμὴν γάρ τις ηὕρων τὸν παίδα ἤνεγκε εἰς Κόρινθον, ὃν ὁ τῆς Κορίνθου τύραννος, Πόλυβος ὀνόματι, ἄπαις ὤν, δεξάμενος ὡς οἰκεῖον ἔθρεψε καὶ ἐπαίδευσεν...

τόυτου δὲ τοῦ Πολύβου καὶ τῆς γυναικὸς αὐτοῦ, Μερόπης ὀνόματι, περὶ τῆς ἀληθοῦς τοῦ παιδὸς γενέσεως σιγώντων, ὁ Οἰδίπους ὅμως διὰ φήμας τινὰς ὑπώπτευσε τὸ γένος ἑαυτοῦ. διὰ δὲ τοῦτο ἔπεμψε εἰς Δελφοῦς ἵνα μάθοι τίνες εἶεν τῷ ὄντι οἱ γονεῖς. ὁ δὲ θεὸς, ὡς εἴωθε, οὐ πάνυ σαφῶς ἀπεκρίνατο, ἀλλὰ εἶπε ὅτι ὁ Οἰδίπους ἀποκτενοίη τὸν πατέρα καὶ τῇ μητρὶ συγκοιμήσοιτο. διὰ δὲ τοῦτο λιπὼν τὴν Κόρινθον ἐν τῇ ὁδῷ ἐνέτυχε Λαίῳ τῷ τῶν Θηβῶν τυράννῳ. τούτοιν ὑπὸ ἀλλήων οὐ γνωσθέντοιν ἀμφισβήτησίς τις ἐγένετο ἐν ᾗ οἱ περὶ τὸν τύραννον καὶ αὐτὸς ὁ τύραννος ὑπὸ τοῦ Οἰδίποδος ἀπέθανον. ὁ δὲ Οἰδίπους ἀφικόμενος εἰς τὰς Θήβας τὸ τῆς Σφιγγὸς λύσας αἴνιγμα ἀντὶ τοῦ τεθνηκότος Λαίου τοῖς Θηβαίοις ἐφέστη. τούτῳ τῷ τρόπῳ τὴν Ἰοκάστν τὴν πρόσθεν τοῦ Λαίου γυναῖκα καὶ τὴν αὕτου μητέρα οὐκ εἰδὼς

ἔγημεν. καὶ ἐν τῷ τοῦ Σοφοκλέους δράματι ὁρῶμεν τὸν Οἰδίποδα τὸ ἀληθὲς ἀναγνωρίζοντα καὶ τὴν τούτῳ ἑπομένην περιπετείαν.

Α. φεῦ τοῦ Οἰδίποδος! καὶ ἄνευ τοῦ τὸ δρᾶμα θεωρεῖν μόνον ἀκούων τὰ πράγματα γενόμενα φρίττω καὶ ἐλεῶ ἐκ τῶν συμβαινόντων.

Β. πῶς γάρ τις οὐ φρίττοι ἄν; καλῶς δὲ λέγεις· οὕτως γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ ποιητικῆς παραινεῖ τοῖς τραγῳδοποιοῖς…