Hunger Games Review

February 08, 2016

Κρίσις Θεάματος τοῦ Βλεπτοκλοῦ

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·

Χθὲς καὶ πρώην ἐθεασάμην θαυμαστόν τι θέαμα.  τὸ δὲ ὄνομα τῆς τραγῳδίας – οὕτως γὰρ ἄξιον τὸ πρᾶγμα καλεῖσθαι – ἦν Τὰ Παίγνια τῆς Πείνας, ἢ καὶ λέγοιμεν ἂν αὐτὴν Οἱ Ἀγῶνες τοῦ Λιμοῦ, ἀλλ’ οὐ βούλομαι μικρολογεῖν.  διηγεῖται μὲν οὖν ὁ μῦθος περὶ μέλλοντός τινος κόσμου.  πάνυ δὲ ἄδικος οὕτος ὁ κόσμος, ἢ μᾶλλον ἄδικοι οἱ κρατοῦντες τὴν γὴν ἐκείνην, ἣν ὀνομάζουσι Ἄρτον (Πάνεμ δὲ ἐν τῇ βαρβάρῳ αὐτῶν γλώττῃ).  οἱ γὰρ δεσπόται τῆς γῆς ὀλίγοι ὄντες περιεγένοντό πως τῶν πολλῶν πολέμῳ τινὶ παλαιῷ, καὶ νικήσαντες ἐδούλωσαν αὐτοὺς, νῦν δὲ κατοικοῦσι πόλιν μεγάλην τε καὶ πλουσίαν.  τῶν δὲ ἄλλων οἱ μὲν ἐργάζονται τοὺς τῆς χώρας ἀγροὺς ἐν πενίᾳ αἰσχρᾷ, οἱ δὲ πονοῦσιν ἐν τοῖς μετάλλοις, ἐνίοι δε θηρεύουσι ἐν ταῖς ὕλαις.  τὰ δὲ χρήματά τε καὶ κέρδη συμφέρεται πάντα ὡς ἐπὸς εἰπεῖν εἰς τὴν ἄρχουσαν πόλιν.

 χαλεπὸν μέν ἐστι βίᾳ μόνῃ κρατεῖν ἀνθρώπων.  κατέστησαν οὖν οἱ ἄρχοντες ἀγώνας τοῖς ἀρχομένοις, τὰ δὲ παίγνια ταῦτα τάττεται οὕτως· ἀνάγκη ἐστι ἑκάστην χώραν, ἢ ἕκαστον δῆμον, (εἴσι γὰρ δυοκαίδεκα), ἀναφέρειν κατ’ ἐνιαυτὸν δύω ἀγωνιστὰς, τὸν μὲν νεανίσκον τὴν δ’ ἑτέραν κόρην, ὅπως ἀγωνίζωνται, ἢ μᾶλλον μαχήσωνται, κατὰ τῶν ἄλλων ἀγωνιστῶν, ξίφεσί τε καὶ τόξοις, πυρί τε καὶ χερσίν, ἕως ἂν πάντες ἀποθανῶσι πλὴν ἑνός.  καὶ δὴ καὶ ἐνεδρεύουσι πάγας δεινὰς τοῖς ἀθλίοις ἀθλήταις οἱ ἀγωνοθέται.  τῶν δὲ νικησάντων ἡ χώρα ἀπολαμβάνει πλείω ἄρτον ἓν ἔτος, ἐξ οὗ γίγνεται τὸ τῶν ἀγώνων ὄνομα.  τοῦτο δὴ ποιοῦσι οἱ ὀλίγοι νομίζοντες τοὺς πολλοὺς οὐ προσέξειν τὸν νοῦν πρὸς τά τε δεινὰ καὶ τὸν κακὸν αὐτῶν βίον καὶ οὕτως οὐ στασιάσειν ὡς ἀμαθεῖς ὄντας καὶ δούλους τὴν φύσιν.  ῥᾴδιον γὰρ εἶναι τὸν κακὸν ὄχλον πείθειν διὰ τῆς τε γαστρὸς καὶ καλῶν τοῖς ὀφθαλμοῖς θεαμάτων.

mockingjay

τὸ σημεῖον τῆς Κάτνιδος.  καλοῖμεν ἂν τοῦτον τὸν ὄρνιν "κίσσαν (τὴν σκώπτουσαν ἢ κερτομοῦσαν)."

    γίγνεται δὲ ἀγωνιστὴς κόρη τις ἣ ὀνομάζεται Κάτνις.  τῇ δὲ Κάτνιδι πρῶτον ἐντυγχάνομεν θηρευούσῃ ἐλάφους τῷ τόξῳ.  ἐθαύμασα δ’ ἔγωγε ὁρῶν τὴν Κάτνιν καίπερ θνητὴν οὖσαν ὅμως πράττουσαν τὰ τῆς Ἀρτέμιδος ἔργα.  καὶ ἄλλος νεανὶς συναγωνιστὴς τῆς Κάτνιδος γίγνεται, ὀνόματι Πίτα.  δοκεῖ μοι ὁ συγγραφεὺς ἢ ὁ τραγῳδοποιὸς ἐν τούτοις αἰνίττεσθαί τι μέγα περὶ τῆς φύσεως τοῦ κόσμου.  τὸ γὰρ Πίτα ἐν βαρβάρῳ τινί γλώττῃ σημαίνει Ἄρτον, καὶ ἡ Κάτνις, ἐοικυῖα τῇ Ἀρτέμιδι τῇ τῆς σελήνης θεῷ, σημαίνει αὐτὴ τὴν σελήνην.  ἐν μὲν οὖν τῷ μύθῳ ἡ σωτηρία καὶ ἡ ἐλευθερία γίγνεται ἐκ τῆς φιλίας Κάτνιδος καὶ Πίτου.  ἡ δὲ ὑπόνοια τούτου ἐστὶν ὅτι δεῖ τὸν ἄρτον καὶ τὴν σελήνην φίλους γενέσθαι πρὶν σωθῆναι τὴν γὴν.  οἱ δ’ ἄνθρωποι ἐσθίουσι τὸν ἄρτον καθ’ ἡμέραν (ὡς ἐργαζόμενοι) μᾶλλον ἢ νύκτωρ, ὡς τότε γε καθεύδοντες.  αἰνίττεται οὖν ὁ μυθοποιὸς ὅτι δεῖ τοὺς ἀνθρώπους ἐσθίειν τὸν ἄρτον (τὸν δὴ Πίταν) τῇ νυκτὶ (τῷ χρόνῳ τῆς Ἀρτέμιδος καὶ σελήνης, δήλον ὅτι Κάτνιδος), τοῦτ’ ἐστι ἐργάζεσθαι νύκτωρ (καὶ μὴ μόνον τῇ ἡμέρᾳ) ὅπως ἐλεύθεροι γένωνται.  ταῦτῄ γε δὴ ἐπιστάμεθα τὸν συγγραφέα δεινὸν καὶ μάλα φιλόσοφον ἄνθρωπον ὄντα.

    ἐλπίζων πρῶτον ἐγὼ τὸν μῦθον διδάξειν ὅτι οἱ ἄδικοι βίᾳ κρατήσαντες εὐδαιμονέστατοι ζῶσι, ἐξηπατήθην.  πείθομαι γὰρ τῷ ἐμῷ ἐταίρῳ Θρασυμάχῳ ὅτι ἡ ἀδικία ἔοικε μάλιστα λυσιτελεῖν τοῖς αὐτῇ χρωμένοις.  ἀλλ’ ὅμως διδάσκει τι οὐκ ἀνωφελὲς ἡ τραγῳδία, ὅτι οἱ διαιτῶντες ἐν ἡδονῇ πολλῇ καὶ τρυφῶντες χρυσῷ καὶ δείπνοις πολυτελέσι τέλος διαφθείρονται μαλακοί καὶ ἄνανδροι γενόμενοι, νικηθέντες ὑπ’ ἀγροικῶν καὶ βελτιόνων ἀνθρώπων, ἐνίοτε καὶ γυναικῶν.  ἐγὼ οὖν ὁ Βλεπτοκλὴς παραινῶ ὑμᾶς θεωροὺς ταύτης τῆς θέας γενέσθαι.

 

ἔρρωσθε.

 

 

ἀκροᾶσθαι·