Alien Review

February 10, 2016

Ξεῖνος - ὀφθεὶς καὶ κεκριμένος ὑπὸ τοῦ ὑμετέρου ἑταίρου Βλεπτοκλοῦ

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν· 

ὁ μὲν Ζεῦς τοῦτο τὸ σάββατον ἔπεμψε χείμῶνα δεινὸν ἐπὶ τοὺς δειλοὺς βροτοὺς.  οὐδαμῶς δὲ ἔξην

μοι οὐδὲ τὴν θύραν ἀνοῖξαι διὰ τὴν ὑψηλὴν τε καὶ βαθεῖαν χίονα.  ὥσπερ ἐν νῆι ἐπ’ ἀγκύρας ἐν λευκῇ καὶ ἡσύχῳ θαλάσσῃ ἐκείμεθα ἐγὼ καὶ ἡ αἴλουρος ἐν τῷ οἰκήματι κατακλεισθέντες.  ἔδοξε οὖν μοι ταῦτῃ τῇ ὑπ’ ἀνάγκης σχολῇ εὖ χρήσασθαι καὶ δρᾶμα θεάσασθαι.  αἴσιος δὲ οἰωνὸς τοῦτο ἔδοξέ μοι εἶναι ἀρξαμένῳ τοῦ θεάματος, ὅτι ἐν ὁμοίᾳ καταστάσει ἦσαν καὶ οἱ ἄνρωποι ἐν τῷ μύθῳ - ἐντὸς τῆς ἑστίας οὔσης, ἔξω “κρυεροῦ Αἴδαο,” ὡς λέγει ὁ Ἡσίωδος.  τὸ οὖν ὄνομα τοῦ ἔργου (ἑρμηνευθὲν) ἦν “ξεῖνος,” ἢ καὶ “ἀλλόφυλος” ἢ “ἀλλοδαπός·” τὸ μέντοι ὄνομα “βάρβαρος” οὐ πάνυ ὀρθόν ἐστιν, ὡς σημαίνον ἀνθρώπινόν τι.  ὁπόσον δὲ οὐκ ἀκριβὲς τοῦτο ἂν εἴη, ἀκούσετε ταχέως.

Nostromo Crewὁ φιλόσοφος ἐπ’ ἀριστερὰ ἕστηκε, ἡ δὲ Ὑφάντης φέρει δεινὸν ὅπλον· ποῦ δὲ ὁ αἴλουρος;

φαίνεται μὲν οὖν ὁ μῦθος ἐν κόσμῳ τινί γιγνόμενος ψευδεῖ.  ἐν νῆι γὰρ ἢ σκάφει εἰκότι νῆι πλέουσι ναύται τινές διὰ τὸν οὐρανὸν, οἷον θάλασσαν ἄπειρον καὶ κενήν, ἐν ᾗ ἔξεστι τοῖς πλέουσιν οὐ μόνον πρόσω τε καὶ εἰς τοὔπισθεν πλεῖν, καὶ ἐπὶ δεξιά τε καὶ ἐπ’ ἀριστερά, ἀλλὰ καὶ ἄνω τε καὶ κάτω.  κομψὸν δὴ καὶ σοφὸν νόημα, πάνυ δὲ ἀπίθανον.  πῶς γὰρ παραβαίεν ἂν τὸν ὅρον τὸν τῆς σελήνης; αὕτη γε ἐν σφαίρᾳ μεγάλῃ καὶ ἀοράτῳ πέπηκται, ἡ δὲ κυκλοῦται περὶ τὴν ἐν κέντρῳ τοῦ κόσμου καθημένην γήν.  εἰ πειρήσαιντο μῶροι οὐρανοναύται παραβῆναι ταύτην τὴν σφαίραν, πᾶσι δῆλον ὅτι ναυαγήσαιεν ἂν ἐπὶ τοῦτον τὸν ἀόρατον ὅρον.  ἀλλ’ ἐῶμεν τοῦτο χαίρειν.  οἱ γὰρ μῦθοι καίπερ ἐπιπολῆς ψευδεῖς ὄντες, ἐν τοῖς βαθυτέροις ἔχοιεν ἄν τι ἀληθές.

ἐργάζονται οὖν οἱ ναύται ὡς ἔμποροι ἐν νῆι ᾗ ὄνομα ἐστι Νοστρόμος.  δέχονται δὲ ἀγγελίαν διὰ τοῦ ἀέρος (!) ἀσαφῆ μὲν, φαινομένην δὲ αὐτοὺς βοήθειαν αἰτεῖν.  καίπερ δὲ διαφερομένων ἐνίων τῶν ναυτῶν, κελεύει ὁ κυβερνήτης βοηθεῖν τοῖς αἰτήσασιν, οἵτινες δή ποτ’ εἰσίν· συμφωνεῖ δὲ αὐτῷ ὁ τῆς νηὸς φιλόσοφος.  τούτῳ οὖν τῷ σημείῳ πρῶτον μαντευόμεθα κακόν τι γενησόμενον, ὅτι εἴασαν φιλόσοφον ἀναβῆναι ἐπὶ τὴν ναῦν καὶ ἐξουσίαν τινὰ αὐτῷ ἔδοσαν.  κατάγουσιν οὖν τὴν ναῦν ἐπὶ νήσου τινός ἐξ ἧς ἐπέμφθη ἡ ἀγγελία.  αὕτη ἐστίν τῷ ὄντι ἄστρον πετρώδες.  σαφές ἐστι δὴ τὸν μυθοποιὸν ἀναγνωκέναι τὸν Λουκιανὸν.  ὁ γὰρ γελοῖος ἐκεῖνός φησιν ἐν τοῖς Ἀληθέσι Διηγήμασιν ἐπὶ ὁμοίας τῆς σελήνης καταγαγεῖν, καὶ ἐπ’ ἄλλων ἄστρων.  πάνυ μὲν οὖν ἀπίθανός ἐστι οὕτος ὁ μῦθος,  ἐπιδείκνυται δὲ τὴν τοῦ γράψαντος παιδείαν.  καταβάντες οὖν τινες αὐτῶν εὑρίσκουσι ναῦν μεγίστην καὶ κατεαγεῖσαν, οὗ δὴ ἐντυγχάνουσι πρῶτον τῷ Ξείνῳ.  οὐ μὲν πάντα νῦν ἀποκαλύψω τὰ μυστήρια τῆς θέας.  τοῦτο δὲ ἐρῶ ὅτι ἔνεστί τι ἐν τοῖς ὀνόμασιν.  τὸν γὰρ τῶν ναυτῶν πρῶτον ὑπὸ τοῦ ξείνου βλαφθέντα, τοῦτον ὑποκρίνεται ὑποκριτής τις ὀνόματι (ἑρμηνευθέντι) “Ἰωάννης Βλαφθείς.” σαφῶς μὲν τοίνυν αἰνίττεταί τι ὁ συγγράψας τὸν μῦθον, οὔπω δ’ ἔγωγε ἀκριβῶς γιγνώσκω ὅτι ἐστίν.

ὁ δὲ ναύτης καίπερ βλαφθεὶς ἀναφέρεται ἐπὶ τὴν ναῦν ὑπὸ τῶν ἑταίρων, μιᾶς ναύτου σφόδρα διαφερομένης ὣς μιαρὸς καὶ ἀκάθαρτος ὢν ὁ ναύτης ὁ ἄθλιος.  ἐκεῖνην μὲν ὑποκρίνεται ἡ Σιγούρνη Ὑφάντης (ταύτην δέ τὴν ὐποκριτὴν ἐγὼ ὁ ὑμέτερος φίλος Βλεπτοκλὴς αὐτὸς ἑώρακα αὐτοῖς τοῖς ὀφθαλμοῖς ποτέ ἐν τῷ γυμνασίῳ γυμναζούσην, οὐδὲ τοῦτο ψεύδομαι. οὔκουν θαυμάζω γυναίκα οὕτως Λάκαιναν τὴν φύσιν γενομένην ἀποδείκνυσθαι ἐπὶ τῆς σκηνῆς μεγάλην ἀνδρείαν).  ὀρθῶς οὖν δὴ αὕτη ἡ “ναυτίς” διεφέρετο· ἐκεῖνος γὰρ ἀνενεχθεὶς δοκεῖ μὲν αὖθις ὑγιαίνειν, δι’ ὀλίγου δὲ ἐσθίων (μάλα γὰρ πεινᾷ) νοσεῖ, καὶ αὐτίκα - τοῦτό γε νομίζω γνωστὸν εἶναι πᾶσι τοῖς ἀναγιγνώσκουσιν, ὡς κλεινὸν καὶ ἐκπρεπὲς μέρος τοῦ δράματος - ἀποθνήσκων αἰσχίστως ξεινίδιον τερατῶδες τίκτει· ὅπερ τάχιστα ἀποτρέχει.  τὸ δὲ τέρας πρῶτον μικρὸν γενόμενον, αὐξάνεται ἀμηχάνως καὶ τελευτᾷ δεινὸν πέλωρ.

οὐ δὴ ἄνευ ἐλέους ἐστί ὁ μῦθος, οἷα καὶ πρέπει καλῇ τραγῳδίᾳ, καὶ δὴ καὶ πολὺν φόβον παρέχει, μάλιστά γε ὑπὲρ τοῦ ἐν τῇ νῆι αἰλούρου  - ἆρ’ οὐ τοῦτο εἰρηκα; οὕτος ὀνομάζεται Ἰωαννίδης.  τὴν μὲν δὴ τελευτὴν οὐκ ἐρῶ - ἡ γὰρ ἐποπτεία μόνον τοῖς μύσταις - ἀλλ’ οὐκ ἄγαν μηνύω λέγων ὅτι πολλὰ πράγματα παρέχει τοῖς ναύταις ὁ πελώριος καὶ ἄξενος Ξείνος.  καὶ κατά γε τὴν ἐμὴν γνώμην αἰνίττεταί τι ὁ μυθοποιός περὶ τῆς πολιτικῆς.  λέγει μυστικῶς ἡμῖν ὅτι ἐνίοτε χρὴ ξενηλασίας ποιεῖν, ὅπως οἱ Λακεδαιμόνιοι, μὴ διαφθείρηται ἡ ναῦς, τοῦτ’ ἐστι ἡ πόλις καὶ τὰ ἤθη ἡμῶν.  οὕτος γε ὁ “μέτοικος” τοῦ δράματος οὐ χάριν ἔχει τοῖς αὑτοῦ ξείνοις, καὶ διὰ τοῦτο σφάλλεται. συνελὼν δὲ λέγω ὅτι πᾶσα ἀνάγκη ὑμῖν ταύτην τὴν ἀξιοθέατον καὶ σοφὴν θέαν θεάσασθαι.

 

ἔρρωσθε.

 

 

ἀκροᾶσθαι·