ὁ Σωκράτης, τίς καὶ ποῖος.
Χορόμαχος: τίς καὶ ποῖος οὕτος; μαντεύομαί γε σε ἀναφέρειν ἄλλον τεθνηκότα ἄνθρωπον.
Γραφοκλής: πῶς γὰρ οὔ; καὶ δὴ μάλα φιλόσοφον, ὦ μάντι. ὁ οὖν Σωκράτης ὁ Σωφρονίσκου ἀνδριαντοποιὸς μὲν ἦν τὴν τέχνην ἢ ἴσως λιθότομος, ὡς καὶ ὁ πατήρ...
Χ: οἷον ἐγὼ τὴν ναυτικὴν πάτροθεν ἔμαθον...
Γ: κινδυνεύει. ἡ δὲ προαίρεσις τοῦ βίου ἦν φιλοσοφία. φιλοσοφίαν εἰπὼν τὴν προαίρεσιν, οὐ λέγω πῶς χρήματα ἔλαβε καὶ μίσθον ἔφερε, μίσθος γὰρ φιλοσοφίας οὐκ ἐστί ἀργύριον ἀλλὰ σοφία· οὐδὲ τούτῳ τῷ λόγῳ σημαίνω ἃ ἔμαθε ἄνθρωπος πάτροθεν. Οὐ γὰρ αἱρούμεθα τὴν φιλοσοφίαν νέοι ἀπὸ τῶν πατέρων, ἀλλὰ ἤδη ἄνδρες γενόμενοι...
Χ: νυστάζω τι, ὦ ἀνδρικότατε...
Γ: ἡ οὖν προαίρεσις τοῦ βίου - τοῦτο ὅτι προῃρεῖτο καὶ ἐτίμᾳ ὑπὲρ πάντων τῶν ἄλλων τῆς ζωής πραγμάτων - ἦν ἡ φιλοσοφία. καὶ περὶ τὴν πόλιν ἐφοίτᾳ, περιπατῶν διὰ τὰς ὁδούς τε καὶ τὰ γυμνάσια καὶ τὴν ἀγορὰν, παύων τοὺς ἀνθρώπους ἵνα διαλεχθῇ αὐτοῖς καὶ μάθῃ σοφόν τι (οἷον τί ἐστιν ἡ ἀνδρεία; τί ἡ σωφροσύνη; τί ἡ δικαιοσύνη;), φάσκων αὐτὸς οὐδὲν εἰδέναι, εἰ μὴ ὅτι οὐδὲν οἶδε. ἐπείσθη γὰρ ὁ Σωκράτης ὅτι διαλεγόμενοι οἱ ἄνθρωποι μανθάνοιεν τὴν ἀλήθειαν ἀπ’ ἀλλήλων. πολλάκις δὲ οὐκ ἔμαθε οὐδὲν παρ’ αὐτῶν εἰ μὴ ὅτι καὶ αὐτοὶ οὐδὲν ἴσασι. οἱ δὲ νέοι εἵποντο αὐτῷ ἢ πειθόμενοι μαθήσεσθαι αὐτοὶ σοφόν τι, ἢ ἐλπίζοντες γελᾶν ἐπὶ τοὺς μεγάλους ἄνδρας ὅτε δεικνύοιντο ὑπὸ τοῦ Σωκράτους οὐδὲν εἰδότες. ἐλεεινὸν μὲν γάρ ἐστι μὴ εἰδέναι μηδὲν, γέλοιον δὲ ὅταν ὁ νομίζων καὶ δοκῶν πολλὰ καὶ μεγάλα εἰδέναι ἐλεγχθῇ τῷ ὄντι οὐδὲν εἰδώς.
Χ: καὶ οἶσθα σύ γε πολλὰ καὶ μεγάλα - ἢ μᾶλλον δοκεῖς εἰδέναι, ἐγὼ δὲ οὐκ οἶδα ὅπως ἂν ἐλέγξαιμι τοῦτο καὶ πῶς ἂν τῷ ὄντι εἰδείην... θαυμάζω δὲ τὰς γλώττας ἡμῶν οὐκ ἐκπεσούσας ἀπὸ τῶν στομάτων τοσοῦτον φλυαρούντων.
Γ: ἀλλ’ οὔκ ἐστι φλυαρία…
Χ: καὶ πῶς οὖν πάσχω τι πάθος νῦν ὅμοιον τῷ τοῦ Σωκράτους;!; ὡς ἀκούω νῦν, βαρύς τε καὶ δυσχερὴς καὶ οὐδαμῶς τλητὸς οὕτος ἐγένετο, οὐδενὶ δέ γε τρόπῳ ὅμοιος ἐμοί· ἴσως οὖν σὺν δίκῃ ἔπαθεν ὅτι δή ποτε ἔπαθεν.
(ἀκροᾶσθαι):