ὁ θάνατος τοῦ Σωκράτους
(Χορόμαχος): ἆρ’ οὖν κατηγορηθείς κατεκρίθη ὑπὸ τῶν δικαστῶν;
Γραφοκλής: ναί. ἔχρην τοὺς δικαστὰς εὐλαβεῖσθαι μᾶλλον τοὺς τῶν κατηγόρων λόγους. οὗτοι γὰρ ἦσαν οἱ ἐξαπατῶντες. κατέγνωσαν οὖν οἱ δικασταὶ τοῦ Σωκράτους, ὡς δράσαντος τὴν πόλιν ταῦτα τὰ κακὰ. οὕτως οὖν ἠλέγχθη ψευδῶς ὁ δικαιότατος, ὑπ’ ἀνθρώπων οὓς πρότερον αὐτὸς ἤλεγξε ὡς οὐ γιγνώσκοντας τί χρῆμά ἐστιν ἀληθῶς ἡ δικαιοσύνη.
Χ: τί οὖν ἦν τὸ τέλος τῆς δίκης τῆς κακῆς καὶ ψευδοῦς ὡς σὺ λέγεις;
Γ: θανάτῳ κατεδικάσθη
Χ: καταπέπληγμαι καὶ θαυμάζω εἰ ἔδει ἀναίτιον ἄνθρωπον τοσαύτην δίκην δοῦναι!
Γ: ἀλλ’ ἔδωκε δὴ ταύτην, καίπερ ἀναίτιος ὢν καὶ οὐδὲν ἀδικήσας. καίπερ δὲ ἔξον αὐτῷ τὴν πόλιν καταλείψαντι ἐκφυγεῖν, οἱ γὰρ φίλοι ἐβοήθουν, ἔμεινε πεισάμενος τοῖς νόμοις καὶ ἔπιον τὸ κώνειον.
Χ: στοχάζομαι οὖν κώνειον εἶναι φάρμακόν τι;
Γ: ἀκριβῶς ἐστοχάσω. οὗτως γὰρ ἐκέλευον οἱ Ἀθηναίοι δίκην δοῦναι τοὺς θανάτῳ καταδικασθέντας.
Χ: οἴμοι εἰ τοιοῦτον ἔπασχον οἱ ἀναίτιοι καὶ μηδὲν ἀδικήσαντες. τί οὖν πείσομαι ἐγὼ ὁ ψευδῶς κατηγορηθεὶς ὑπὸ τῶν διδασκάλων; ἔμοιγε γὰρ δοκεῖ τὸν χορὸν οὐδὲν βλάψαι οὐδὲ διαφθείραι οὐδένα
Γ: συμφωνοῖ ἄν σοι Σωκράτης, ὡς ἐγὼ ἐν Πλάτωνι τῷδε ἀναγιγνώσκω νῦν.
Χ: ἆρ’ οὖν οἱ φιλόσοφοι γένοιντο ἂν καὶ φιλόχοροι; μὴ οὖν ἀξία τῆς ἐμῆς σπουδῆς γίγνηται ἡ φιλοσοφία; ἀλλὰ τίς ἐστιν αὖθις οὕτος ὁ Πλάτων ἐν τῇ σοῦ χειρί; ἀνεγίγνωσκές γε ἄρτι λόγον τινά τοῦ θαυμαστοῦ Σωκράτους, ὡς ἔγωγε μέμνημαι.
Γ: τῆς ἀμαθίας! ἀλλὰ, σύγγνωθι, μένε, κάθου, ἄκουσον τό τε κλέος καὶ τὴν ἱστορίαν ἄλλου ἀνδρὸς μεγάλου τε καὶ φιλοσόφου, ἴσως δὲ καὶ μείζονος Σωκράτους!
Χ: εἰς αὖθις τοίνυν, ὦ τᾶν. νῦν γὰρ σπεύδω ποι, καί μοι ὥρα ἀπιέναι...
ἀκροᾶσθαι: