Living Greek

Loci in Locis Logo

Paideia's Living Latin and Living Greek prose composition blogs provide a forum for sharing original compositions in Latin and Ancient Greek. We welcome submissions of all genres and from students of all levels. We invite all readers to leave feedback and comments beneath each submission.

The Living Latin and Greek prose composition blogs are administered by Joseph Conlon.

Interested in submitting a post yourself? For more information and to propose a submission, click the button below. Any questions or comments should be emailed to [email protected].

Submit a Post

Like what you see? Support this project and other Paideia Institute initiatives by making a donation.

 


τὸ Ὁμηρικὸν ζήτημα α´· τίς ὁ Ὅμηρος;
January 16, 2016

Α. Χαῖρε, ὦ φίλτατε. τί καθ᾽ἑκάστην τὴν ἡμέραν κάθησαι ἐν τῇ βιβλιοθήκῃ; ἢ οὐκ οἶσθα ὅτι ἡ κόνις βλάψει τοὺς πλεύμονάς σου; πρὸς δὲ τούτοις ἴσασι πάντες ὅτι ἡ σαπρότης ἀπὸ τῶν ἀρχαίων τε καὶ κατασηπομένων βιβλίων γιγνομένη πόλλους σοφοὺς πεποίηκε μαινομένους. καὶ δῆλον ὅτι οὐ συχνὸν βλέπεις τὸ τῆς ἡμέρας φῶς. χλωρὸς γὰρ εἶ. ἀλλ᾽ἄγε, εἰπέ μοι, τί ἀναγιγνώσκεις;

Β. Χαῖρε καὶ σύ, ὦ βέλτιστε. ἴσως οὐκ ἂν σὲ βλάψαι τὸ πλείω βιβλία  ἀναγιγνώσκειν. ἐγὼ μὲν ἑτοῖμός εἰμι ὁμολογεῖν οὐ πάνυ ἰσόρροπον διάγειν βίον, σὺ δὲ οὐ πολλῷ ἱσορροπώτερον. αἰεὶ γὰρ σὺν γυναιξὶ διατρίβεις τὰς ἡμέρας συγγιγνόμενος καὶ τὸν μὲν Διόνυσον ἐν τοῖς τε καπηλείοις ὑμνῶν καὶ ταῖς τῆς πόλεως ὁδοῖς, τὸν δὲ Ἀπόλλονα ἀμελῶν. ἀλλά σοι ἐρῶ· τῆν πρώτην τῆς Ἰλιάδος ἀναγιγνώσκω ῥαψῳδίαν.