Living Greek

Loci in Locis Logo

Paideia's Living Latin and Living Greek prose composition blogs provide a forum for sharing original compositions in Latin and Ancient Greek. We welcome submissions of all genres and from students of all levels. We invite all readers to leave feedback and comments beneath each submission.

The Living Latin and Greek prose composition blogs are administered by Joseph Conlon.

Interested in submitting a post yourself? For more information and to propose a submission, click the button below. Any questions or comments should be emailed to [email protected].

Submit a Post

Like what you see? Support this project and other Paideia Institute initiatives by making a donation.

 


Praise of Baldness Review
May 05, 2016

Κρίσις βιβλίου, τοῦ Βλεπτοκλοῦ.

Φαλάκρας ἐγκώμιον

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν·

πολλάκις μὲν αἰσθάνομαι αὐτὸς σοφώτερος γιγνόμενος, καὶ οὐκ ὀλίγον θαυμάζω τὴν ἐμὴν φρόνησιν, ὅσα δύναται καὶ ὅση ηὔξηται· τὴν δὲ αἰτίαν ταύτης τῆς αὐξήσεως καὶ ἐπιδόσεως πάλαι ζητῶν ἠπόρουν.  ἄρτι δὲ, ὦ ἑταῖροι, ἔμαθον τὸ πόθεν καὶ τὸ πῶς τῆς ἐμῆς σοφίας, ἐκ βιβλίου τινὸς θαυμαστοῦ. ὅπως οὖν μάθητε ὑμεῖς ὁποῖοι ἄνθρωποι ἀγαθὴν κεφαλὴν ἐπὶ τοῦ τραχήλου ἔχουσι, διατελήσατε ἀναγιγνώσκοντες.

 


Περὶ τῆς Πλάτωνος Λέξεως, Μέρος β’ (καὶ τελευταῖον)
April 08, 2016

(Χ: ἀλλὰ περίμενε ὀλίγον.  ἄκουσον τοῦτο τὸ μέρος τὸ Πλάτωνος ἥδιστον, ὃ λέγει ἐν τῷ διαλόγῳ Φαίδρῳ.)  ἐν τούτῳ μὲν Σωκράτης ἐπαινῶν τὸν ἔρωτα ὡς καλὴν καὶ χρήσιμον μανίαν (πρότερον γὰρ ἐμέμψατο καὶ ἔψεξε τὸν θεὸν, νῦν δὲ τὴν καλουμένην “παλινῳδίαν” λέγει), ἐξηγεῖται τὴν φύσιν τῆς ψυχῆς.  προσεικάζει δὲ αὐτὴν δυοῖν ἵπποις πτέρυγας ἔχουσιν, ἅμα ἡνιόχῳ ἀνθρώπῳ, ὃ τὸ πᾶν ὀνομάζει “σύμφυτον δύναμιν ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου.” ὁ μὲν ἵππος καλὸς κἀγαθός ἐστι, ὁ δὲ τοὐναντίον ἐστὶ τὰ ἤθη, πράγματα παρέχων πολλὰ τῷ ἡνιόχῳ.  ἀλλὰ τοῦτό γέ  που τὸ μέρος πᾶσι γνωστόν ἐστι;

A: ἔμοιγε γνωστόν.  καὶ σύνοιδα ἐμαυτῇ δυο ἐναντίους ἵππους πντηνοὺς ἐχούσῃ ἐν τῇ ψυχῇ.  ὁ μὲν ἕλκει με ἄλλοθι… ἀλλὰ, πρόιθι..

 


Περὶ τῆς Πλάτωνος Λέξεως (Μέρος α´)
March 30, 2016

Χορόμαχος: Ὦ φίλη Αἴγλη, ποῖ δὴ καὶ πόθεν;

Aἴγλη: παρὰ τοῦ γυμνασίου, ὦ Χορόμαχε, καὶ πορεύομαι δὴ πρὸς τὴν βιβλιοθήκην, ὡς δήλον.  ποῖ δὲ ἔρχῃ σύ;

X: θαυμάζω οὖν τὴν τύχην, ὅτι καὶ ἐγὼ ἐκεῖσε σπεύδων τυγχάνω.  ὁρᾷς γε τὰ ἐμὰ βιβλία;

A: οἰμοὶ. ὁρῶ μέν σε θαυμαστῶς πως βιβλία φέροντα, καὶ νῦν αἰσθάνομαί σε ἑψόμενόν μοι ὄποι ἂν ἴω, ὥσπερ δορύφορον τυράννῳ.  ἀπορῶ δὲ· πάνυ γὰρ ἐν ἀφανεῖ κείται τί πρᾶγμά σοι ἂν εἴη ἐν τόπῳ σπουδῆς τε καὶ μελέτης, oἶ σύ φῃς ἰέναι.

X: καλῶς γὰρ λέγεις.  οὐδαμῶς μὲν δὴ εἴωθα μακρὰν ὥραν ἐν βίβλοις διατρίβειν, ὡς μάλιστα ἐπιτηδεύων τὴν ὄρχησιν…


Οὐ φροντὶς Ἱπποκλείδῃ
March 19, 2016

Α. Τοῦ Σωκράτους, ὦ φίλε, καίπερ καλόν τι ἐγκρατείας παράδειγμα ἡμῖν παρέχοντος, ἐγὼ ὅμως ἄλλου τῶν πάλαι ἀνθρώπου παραδείγματι χρώμενος προτιμῶ τὸν ἐμὸν βίον διάγειν.

Β. Καὶ τίς ἐστιν οὗτος ὁ ἄνθρωπος, οὗ παραδείγματι χρώμενος ἢ πρὸς ὃν βλέπων διάγεις βίον;

Α. Ἀκήκοας δήπου περὶ τοῦ Ἱπποκλείδου, πάντων τῶν πάλαι Ἑλλήνων τοῦ κλεινοτάτου;

Β. Σοφίᾳ, ὥς γέ μοι δοκῶ, σοῦ ἡττῶμαι, ὦ φιλομαθές.

Α. Εὖ οἶσθα ὃ ἔλεγεν ὁ Ἰσοκράτης, ὅτι ἐὰν ᾖς φιλμαθής, ἔσῃ πολυμαθής.


Περὶ τοῦ Σωκράτους καὶ τοῦ Ἀλκιβιάδου
March 04, 2016

Β. ἀλλὰ ἀλλοῖον ἡμῖν παρέχει παράδειγμα ὁ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος συμποσίῳ.

Α. τί συμπόσιον; ἆρα παρεγένου σὺ αὐτός; διὰ τί ἐμὲ οὐ παρεκάλεσας;

Β. ἢ παίζεις ταῦτα ἐρωτῶν, ὦ δαιμόνιε, καὶ οὐδαμῶς σπουδάζεις, ἢ παντάπασιν μῶρος εἶ, εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι ταύτην ἣν ἐρωτᾷς, ὥστε καὶ ἐμὲ παραγενέσθαι.

A. πότ᾽οὖν ἐγένετο τοῦτο τὸ συμπόσιον;

Β. οὐκ οἶσθα ὅτι ὁ Σωκράτης, ὁ τοῦ Πλάτωνος διδάσκαλος, ἔζωσε καὶ ἤνθησεν Ἀθήνησιν ἐν τῷ πέμπτῳ πρὸ Χριστοῦ αἰώνι; δῆλον ὅτι οὐκ εἴωθας ἀναγιγνώσειν τὴν ἐφημερίδα ἣ Ἑλληνικὴ Ἔμπνους ὀνομάζεται. ὁ γὰρ Ἀλέξανδρος Πέτκας νεωστὶ ἐξέδωκε πολλοὺς διαλόγους περὶ τὸν τε τοῦ Σωκράτους βίον καὶ δίκην καὶ θάνατον.


Περὶ τοῦ Ἀριστοτέλους καὶ τῆς Φιλλίδος
February 24, 2016

Α. τί τὸ Περὶ ποιητικῆς; καὶ τίς ὁ Ἀριστοτέλης; τί δὲ παραινεῖ οὗτος τοῖς τραγῳδοποιοῖς;

Β. οὐκ ὀλίγον ἐρωτᾷς, ὦ βέλτιστε. ἐγὼ δὲ οὐδὲν ἧττον πειρήσομαι πάντα ἐφεξῆς ἐπεξέρχεσθαι.

Α. χάριν ἀθάνατον πρὸς ἐμὲ κατατίθεσαι, ὦ σοφώτατε.

B. ὁ οὖν Ἀριστοτελὴς ἦν ἔξοχος φιλόσοφος ὃς ἔζωσεν ἐν τῷ τετάρτῳ πρὸ Χριστοῦ αἰώνι. ἐν νεότητι Ἀθήναζε ἀφικόμενος τοῦ Πλάτωνος μαθητὴς γενόμενος εἰς τοῦ Πλάτωνος εἴκοσι ἔτη ἐφοίτα. οὕτως περιεγένετο πάντων τῶν ἄλλων μαθητῶν ὥστε ὁ Πλάτων αὐτὸν ὠνόμασε τὸν τῆς διατριβῆς νοῦν.


Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους δ´
February 10, 2016

ὁ θάνατος τοῦ Σωκράτους

(Χορόμαχος): ἆρ’ οὖν κατηγορηθείς κατεκρίθη ὑπὸ τῶν δικαστῶν;

Γραφοκλής: ναί. ἔχρην τοὺς δικαστὰς εὐλαβεῖσθαι μᾶλλον τοὺς τῶν κατηγόρων λόγους.  οὗτοι γὰρ ἦσαν οἱ ἐξαπατῶντες.  κατέγνωσαν οὖν οἱ δικασταὶ τοῦ Σωκράτους, ὡς δράσαντος τὴν πόλιν ταῦτα τὰ κακὰ.  οὕτως οὖν ἠλέγχθη ψευδῶς ὁ δικαιότατος, ὑπ’ ἀνθρώπων οὓς πρότερον αὐτὸς ἤλεγξε ὡς οὐ γιγνώσκοντας τί χρῆμά ἐστιν ἀληθῶς ἡ δικαιοσύνη.

Χ: τί οὖν ἦν τὸ τέλος τῆς δίκης τῆς κακῆς καὶ ψευδοῦς ὡς σὺ λέγεις;

Γ: θανάτῳ κατεδικάσθη

 


Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους γ´
February 10, 2016

ἡ δίκη Σωκράτους

Γραφοκλής: ἄκουσον οὖν, ὦγαθε, τὸ Σωκράτους πάθος, καὶ δάκρυσον τὸν ἀξιώτατον τῶν Ἀθηναίων.  ἐνεκάλεσαν γὰρ τῷ ἀγαθῷ φιλοσόφῳ οἱ συμπολίται ἔγκλημα δεινόν τε καὶ ἄδικον.

Χορόμαχος: τί μὴν;

Γ: κατηγόρησαν αὐτοῦ κατηγορίαν ψευδῆ τε καὶ βλάσφημον.

Χ: παῦσαι φλυαρῶν καὶ λέξον, ὦ πάνουργε καὶ πολύλογε! ὡς τί ποιήσαντι ἐνεκάλουν τῷ Σωκράτει;

 


Περὶ τῆς δίκης τε καὶ τοῦ θανάτου τοῦ φιλοσόφου Σωκράτους β´
February 10, 2016

ὁ Σωκράτης, τίς καὶ ποῖος.

Χορόμαχος: τίς καὶ ποῖος οὕτος; μαντεύομαί γε σε ἀναφέρειν ἄλλον τεθνηκότα ἄνθρωπον.

Γραφοκλής: πῶς γὰρ οὔ; καὶ δὴ μάλα φιλόσοφον, ὦ μάντι.  ὁ οὖν Σωκράτης ὁ Σωφρονίσκου ἀνδριαντοποιὸς μὲν ἦν τὴν τέχνην ἢ ἴσως λιθότομος, ὡς καὶ ὁ πατήρ...

Χ: οἷον ἐγὼ τὴν ναυτικὴν πάτροθεν ἔμαθον...

Γ: κινδυνεύει.  ἡ δὲ προαίρεσις τοῦ βίου ἦν φιλοσοφία.  φιλοσοφίαν εἰπὼν τὴν προαίρεσιν, οὐ λέγω πῶς χρήματα ἔλαβε καὶ μίσθον ἔφερε, μίσθος γὰρ φιλοσοφίας οὐκ ἐστί ἀργύριον ἀλλὰ σοφία· οὐδὲ τούτῳ τῷ λόγῳ σημαίνω ἃ ἔμαθε ἄνθρωπος πάτροθεν.  Οὐ γὰρ αἱρούμεθα τὴν φιλοσοφίαν νέοι ἀπὸ τῶν πατέρων, ἀλλὰ ἤδη ἄνδρες γενόμενοι...

 


Alien Review
February 10, 2016

Ξεῖνος - ὀφθεὶς καὶ κεκριμένος ὑπὸ τοῦ ὑμετέρου ἑταίρου Βλεπτοκλοῦ

Βλεπτοκλὴς τοῖς φίλοις χαίρειν· 

ὁ μὲν Ζεῦς τοῦτο τὸ σάββατον ἔπεμψε χείμῶνα δεινὸν ἐπὶ τοὺς δειλοὺς βροτοὺς.  οὐδαμῶς δὲ ἔξην

μοι οὐδὲ τὴν θύραν ἀνοῖξαι διὰ τὴν ὑψηλὴν τε καὶ βαθεῖαν χίονα.  ὥσπερ ἐν νῆι ἐπ’ ἀγκύρας ἐν λευκῇ καὶ ἡσύχῳ θαλάσσῃ ἐκείμεθα ἐγὼ καὶ ἡ αἴλουρος ἐν τῷ οἰκήματι κατακλεισθέντες.  ἔδοξε οὖν μοι ταῦτῃ τῇ ὑπ’ ἀνάγκης σχολῇ εὖ χρήσασθαι καὶ δρᾶμα θεάσασθαι.  αἴσιος δὲ οἰωνὸς τοῦτο ἔδοξέ μοι εἶναι ἀρξαμένῳ τοῦ θεάματος, ὅτι ἐν ὁμοίᾳ καταστάσει ἦσαν καὶ οἱ ἄνρωποι ἐν τῷ μύθῳ - ἐντὸς τῆς ἑστίας οὔσης, ἔξω “κρυεροῦ Αἴδαο,” ὡς λέγει ὁ Ἡσίωδος.  τὸ οὖν ὄνομα τοῦ ἔργου (ἑρμηνευθὲν) ἦν “ξεῖνος,” ἢ καὶ “ἀλλόφυλος” ἢ “ἀλλοδαπός·” τὸ μέντοι ὄνομα “βάρβαρος” οὐ πάνυ ὀρθόν ἐστιν, ὡς σημαίνον ἀνθρώπινόν τι.  ὁπόσον δὲ οὐκ ἀκριβὲς τοῦτο ἂν εἴη, ἀκούσετε ταχέως.

Nostromo Crewὁ φιλόσοφος ἐπ’ ἀριστερὰ ἕστηκε, ἡ δὲ Ὑφάντης φέρει δεινὸν ὅπλον· ποῦ δὲ ὁ αἴλουρος;